Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

6.3 στασιωτικὸν προσεκεκρούκεσαν. ἀμέλει τῷ τε Ἀντωνίῳ καὶ ὁ θεῖος Λούκιος *lou/kios Xyl., lou/kios a)ntw/nios LM. Καῖσαρ καὶ τῷ Λεπίδῳ καὶ ὁ ἀδελφὸς Λούκιος Παῦλος ἐπεπολέμωντο. ἀλλʼ οὗτοι μὲν ἐσώθησαν, τῶν δὲ δὴ ἄλλων πολλοὶ καὶ παρʼ αὐτοῖς τοῖς τε φίλοις καὶ τοῖς ἀναγκαίοις, ὑφʼ ὧνπερ ἐς τὰ μάλιστα καὶ σωθήσεσθαι καὶ τιμηθήσεσθαι προσεδόκων, ἐσφάγησαν.
6.4 ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθʼ ὅσα ἐπʼ αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν
6.5 ἐς τὰ δημόσια γράμματα ἐσγράψουσι. e)sgra/yousi Reim., e)sgra/fousi LM. τούς tou/s M cod. Peir., tou/tous L. τε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτʼ ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο· παμπόλλων τε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν
6.6 πλουσίων ἔχθραν προσέθεντο. prose/qento M cod. Peir., proe/qento L. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ παρενομήθη, parenomh/qh L, parenomi/sqh M, parenemh/qh cod. Peir. καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵνʼ ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ.
7.1 ταῦτα δὲ ἐπράττετο μὲν ὑπό τε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρός τε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖς τε ἡγεμονίαις ἐπὶ πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχονʼ,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi