Kitap 47
ἤθελον. ὑποπτεύσαντες οὖν αὐτοὺς τὰ τῶν ἐναντίων, ἐπειδὴ εὖ ὑπὸ τοῦ Καίσαρος τοῦ προτέρου ἐπεπόνθεσαν, φρονεῖν, καὶ φοβηθέντες μὴ καὶ mh\ kai\ M, mh\ L. αὐτοί τε ἀπελθόντων σφῶν ταράξωσί τι καὶ τοὺς ἄλλους συναποστήσωσι, γνώμην ἐποιήσαντο ἐπʼ ἐκείνους πρῶτον τραπέσθαι, ἐλπίσαντές σφας, ἅτε καὶ τοῖς ὅπλοις πολὺ αὐτῶν ὑπερέχοντες καὶ ταῖς εὐεργεσίαις ἀφθόνως χρώμενοι,
διὰ βραχέος πείσειν ἢ καὶ βιάσεσθαι. bia/sesqai R. Steph., bia/sasqai LM. καὶ Κάσσιος μὲν Ῥοδίους, καίτοι τοσοῦτον ἐπὶ τῷ ναυτικῷ φρονοῦντας ὥστε ἔς τε te om. L. τὴν ἤπειρον ἐπʼ αὐτὸν προδιαπλεῦσαι καὶ τὰς πέδας ἃς ἐκόμιζον ὡς καὶ ζῶντας πολλοὺς αἱρήσοντες ἐπιδεικνύναι σφίσι, ναυμαχίᾳ πρότερον μὲν περὶ Μύνδον, ἔπειτα δὲ πρὸς αὐτῇ τῇ Ῥόδῳ διὰ τοῦ Σταΐου, τῷ τε πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν τὴν ἐμπειρίαν
σφῶν κρατήσας, ἐνίκησε· καὶ μετὰ τοῦτο καὶ αὐτὸς ἐς τὴν νῆσον περαιωθεὶς ἄλλο μὲν κακὸν οὐδὲν αὐτοὺς ἔδρασεν (οὔτε γὰρ ἀντέστησάν οἱ, καὶ εὔνοιαν αὐτῶν ἐκ τῆς διατριβῆς ἣν ἐκεῖ κατὰ παιδείαν ἐπεποίητο εἶχἐ, τὰς δὲ δὴ ναῦς καὶ τὰ χρήματα καὶ τὰ ὅσια καὶ τὰ ἱερά, πλὴν τοῦ ἅρματος τοῦ Ἡλίου, παρεσπάσατο. καὶ μετὰ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε.
Βροῦτος δὲ τό τε κοινὸν τῶν Λυκίων στράτευμα ἀπαντῆσαν αὐτῷ πρὸς τὰ μεθόρια μάχῃ τε ἐκράτησε καὶ συγκαταφυγὸν ἐς τὸ ἔρυμα αὐτοβοεὶ εἷλε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ ἐς πολιορκίαν κατέκλεισε.
καὶ αὐτῶν ἐξαίφνης ἐκδραμόντων καὶ πῦρ ἐς τὰς μηχανὰς ἐμβαλόντων, τά τε τοξεύματα καὶ ἀκόντια ἅμα ἀφέντων, a)fe/ntwn Bs., e)fe/ntwn LM. ἐς πᾶν κινδύνου ἀφίκετο. κἂν πασσυδὶ ἀπώλετο, εἰ μὴ διʼ αὐτοῦ τοῦ πυρὸς ὠσάμενοι οἱ στρατιῶται προσέμιξαν αὐτοῖς ἀπροσδόκητοι γυμνητεύουσιν, καὶ ἐκείνους τε ἐς τὸ
τεῖχος κατήραξαν, καὶ αὐτοὶ συνεσπεσόντες σφίσι τοῦ τε πυρὸς ἐς οἰκίας τινὰς ἐνέβαλον, καὶ τοὺς μὲν ὁρῶντας τὸ γιγνόμενον προκατέπληξαν, τοῖς δʼ ἄπωθεν οὖσι δόξαν ὡς καὶ πάντα ἄρδην ᾑρηκότες παρέσχον· ἐκ γὰρ τούτου καὶ οἱ ἐπιχώριοι τὰ λοιπὰ ἐθελονταὶ συγκατέπρησαν καὶ ἀλλήλους
οἱ πλείους ἀνεχρήσαντο. μετὰ δὲ τοῦτο πρὸς τὰ Πάταρα ὁ Βροῦτος ἦλθε, καὶ προεκαλέσατο proekale/sato St., prosekale/sato LM. μὲν αὐτοὺς ἐς φιλίαν, ὡς δʼ οὐχ ὑπήκουσαν (οἵ τε γὰρ δοῦλοι καὶ τῶν ἐλευθέρων οἱ πένητες, οἱ μὲν ἐλευθερίας οἱ δὲ χρεῶν ἀποκοπῆς προτετυχηκότες, ἐκώλυόν σφας συμβῆναἰ, τὸ μὲν πρῶτον τοὺς αἰχμαλώτους τῶν Ξανθίων (καὶ γὰρ ἐν γένει αὐτοῖς κατʼ ἐπιγαμίαν πολλοὶ ἦσανʼ ἔπεμψέ σφισιν, ἐλπίδα ἔχων διʼ ἐκείνων αὐτοὺς προσάξεσθαι·
ἐπεὶ δʼ οὐδὲν μᾶλλον ἐνέδοσαν καίπερ προῖκα αὐτοῦ τοὺς ἀναγκαίους ἑκάστῳ διδόντος, πρατήριόν τι ὑπʼ αὐτὸ τὸ τεῖχος ἐν ἀσφαλεῖ κατεστήσατο, καὶ παράγων ἕνα ἕκαστον τῶν πρώτων ἀπεκήρυττεν, εἴ πως διά γε τούτου τοὺς Παταρέας *patare/as R. Steph., patarai/as LM. ὑπαγάγοιτο. ὡς δʼ οὐδὲ τότε αὐτῷ προσεχώρησαν, ὀλίγους ἀποδόμενος τοὺς λοιποὺς
ἀφῆκεν. ἰδόντες δὲ τοῦτο οἱ ἔνδον οὐκέτʼ ἀντῆραν, ἀλλʼ εὐθὺς αὐτῷ ὡς καὶ ἀρετὴν ἔχοντι προσέθεντο, μηδὲν ἔξω τῶν χρημάτων ζημιωθέντες. καὶ τοῦτο καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ οὕτω καὶ τἆλλα διʼ ὀλίγου παρεστήσατο.
Ταῦτʼ οὖν ἀμφότεροι πράξαντες ἔς τε τὴν Ἀσίαν αὖθις ἦλθον, καὶ πάνθʼ ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔς τε τὸ μέσον καὶ κατὰ μόνας προενεγκόντες καὶ διαλυσάμενοι ἐς τὴν
Μακεδονίαν ἠπείγοντο. καὶ αὐτοὺς Γάιός τε Νωρβανὸς καὶ Δεκίδιος *deki/dios H. Steph., deki/lios LM. Σάξας ἔφθησαν τόν τε Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν μέχρι τοῦ Παγγαίου γῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι.
τὸ δὲ δὴ ἄστυ τοῦτο παρά τε τῷ Παγγαίῳ καὶ παρὰ τῷ Συμβόλῳ κεῖται· σύμβολον γὰρ τὸ χωρίον ὀνομάζουσι καθʼ ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων· ἡ μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατʼ ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς τῶν ὀρῶν ἐπὶ τῷ
πεδίῳ πεπόλισται. καὶ ἔτυχον γὰρ τὴν συντομωτάτην αὐτοῦ ὑπερβολὴν ὅ τε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλαβόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅ τε Κάσσιος οὐδὲ ἐπείρασαν διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον,
βιασάμενοι δὲ αὐτὴν εἴσω τε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν, ἐστρατοπεδεύσαντο· e)stratopedeu/santo L, e)stratopedeu/sato M. τῷ γὰρ ἔργῳ καθʼ
ἓν ηὐλίσαντο. τὰ μὲν γὰρ στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ τάφρῳ καὶ σταυρώματι περιληφθέντος εἷς τε ὁ πᾶς περίβολος ἀμφοτέρων ἐγένετο, καὶ ἐν κοινῷ τὴν ἀπʼ αὐτοῦ ἀσφάλειαν εἶχον.
ἦσαν δὲ πολὺ τῷ πλήθει τῶν ἐναντίων τῶν τότε παρόντων καθυπέρτεροι, καὶ διὰ τοῦτο τό τε Σύμβολον ἐκκρούσαντες αὐτοὺς κατέλαβον, καὶ τὰ ἐπιτήδεια ταύτῃ τε διʼ ἐλάττονος ἐκ τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες
ἐλάμβανον. ὁ γὰρ Νωρβανὸς ὅ τε Σάξας πανστρατιᾷ μὲν οὐδὲ ἐτόλμησαν αὐτοῖς προσμῖξαι, ἐκπέμποντες δʼ ἱππέας ἐκδρόμους ὅπῃ παρείκοι, οὐδὲν ἐπέραινον, ἀλλʼ αὐτοί τε διὰ φυλακῆς μᾶλλον ἢ διὰ κινδύνων τὸ στρατόπεδον ἐποιοῦντο, καὶ τὸν Καίσαρα τόν τε Ἀντώνιον
σπουδῇ μετεπέμποντο. οὗτοι γὰρ τέως μὲν περί τε τοὺς Ῥοδίους καὶ περὶ τοὺς Λυκίους τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἀσχόλους ὄντας ἐπυνθάνοντο, ἐπὶ πλεῖόν τε αὐτοὺς ἔδοξάν σφισι προσπολεμήσειν, καὶ οὐκ ἠπείχθησαν ἀλλὰ τόν τε Σάξαν καὶ τὸν Νωρβανὸν ἐς τὴν Μακεδονίαν
προέπεμψαν· αἰσθόμενοι δὲ αὐτοὺς ἑαλωκότας, τοῖς μὲν Λυκίοις καὶ τοῖς Ῥοδίοις ἐπαίνους τε ἔδοσαν καὶ χρήματα χαριεῖσθαι ὑπέσχοντο, αὐτοὶ δὲ ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησαν, ἐγχρονίσαντες δὲ Ἀντώνιος μὲν περὶ Βρεντέσιον (ὑπὸ γὰρ τοῦ tou= M, tou= tou= L. Σταΐου καθείργετὀ Καῖσαρ δὲ περὶ Ῥήγιον (πρὸς γὰρ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα Heller regards the sords th/n te *sikeli/an...peirw=nta as an interpolation. They recur in chap. 38, 1, and can hardly be genuine in both instances. προαπετράπετὀ διετρίβησαν.
ὡς δʼ οὖν οὗτός τε οὐ καθαιρετὸς ou) kaqaireto\s Dind., ou)k au)qai/retos LM. ἔδοξεν εἶναί σφισι, καὶ τὰ τοῦ Κασσίου τοῦ τε Βρούτου μᾶλλον αὐτοὺς ἤπειξε, μέρος μέν τι τοῦ στρατοῦ πρὸς φρουρὰν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ δὴ πλείονι
τὸν Ἰόνιον ἀσφαλῶς ἐπεραιώθησαν. καὶ Καῖσαρ μὲν ἐν Δυρραχίῳ νοσήσας ὑπελείφθη, Ἀντώνιος δὲ πρὸς τοὺς Φιλίππους ἤλασε, καὶ παραυτίκα μὲν ῥώμην τινὰ τοῖς σφετέροις παρέσχεν, ἐνεδρεύσας δέ τινας τῶν ἐναντίων σιταγωγοῦντας καὶ
σφαλεὶς οὐκέτʼ οὐδʼ αὐτὸς au)to\s M, au)tou\s L. ἐθάρσει. ὁ οὖν Καῖσαρ πυθόμενος τοῦτο καὶ δείσας ἑκάτερον, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν εἴτε καὶ κρατήσειεν (ἐκ μὲν γὰρ τοῦ τόν τε Βροῦτον καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφʼ ἑαυτὸν ἰσχύσειν ἐνόμισενʼ, ἠπείχθη καίπερ καὶ
τότε ἔτι e)/ti M, om. L. ἀρρωστῶν. κἀκ τούτου ἀνεθάρσησαν μὲν οἱ περὶ τὸν Ἀντώνιον· ἐπεὶ δʼ οὐκ ἀσφαλὲς ἐφαίνετο τὸ μὴ οὐχ ἅμα πάντας αὐτοὺς αὐλίζεσθαι, ἔς τε χωρίον ἓν καὶ ἐς ἔρυμα ἓν τὰ τρία
στρατεύματα συνήγαγον. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρʼ ἀμφοτέρων ὡς ἔτυχεν ἐγίγνοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, καίτοι καὶ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου πάνυ συμβαλεῖν
σπουδαζόντων· ταῖς τε γὰρ δυνάμεσι μᾶλλον τῶν ἐναντίων ἔρρωντο, καὶ τῶν ἐπιτηδείων οὐχ ὁμοίως αὐτοῖς ηὐπόρουν διὰ τὸ τῆς θαλάσσης, ἅτε τοῦ ναυτικοῦ σφων τῷ Σέξτῳ προσπολεμοῦντος, μὴ κρατεῖν.
οὗτοι μὲν οὖν δὴ διά τε ταῦτα καὶ διὰ τὸν Σέξτον τήν τε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα, Cf. note on chap. 36, 4. μὴ καὶ χρονισάντων αὐτῶν τήν τε Ἰταλίαν καταλάβῃ καὶ ἐς τὴν Μακεδονίαν ἔλθῃ,
ὤργων. ὁ δὲ δὴ Κάσσιος ὅ τε Βροῦτος ἄλλως μὲν οὐκ ὤκνουν τὴν μάχην (ὅσον γὰρ τῇ ῥώμῃ τῶν στρατιωτῶν ἠλαττοῦντο, τοσοῦτον τῷ πλήθει ἐπλεονέκτουνʼ, ἐκλογιζόμενοι δὲ τά τε ἐκείνων καὶ τὰ σφέτερα (σύμμαχοί τε γὰρ αὐτοῖς καθʼ ἑκάστην
ἡμέραν προσεγίγνοντο, καὶ τὴν τροφὴν ἄφθονον ὑπὸ τῶν νεῶν εἶχονʼ ἀνεβάλλοντο, εἴ πως ἄνευ κινδύνου καὶ φθόρου τινῶν ἐπικρατήσειαν· ἅτε γὰρ δημεράσται τε ἀκριβῶς ὄντες καὶ πρὸς πολίτας ἀγωνιζόμενοι ἐκείνων τε οὐδὲν ἧττον ἢ τῶν συνόντων σφίσι διεσκόπουν, καὶ ἐπεθύμουν ἑκατέροις ὁμοίως καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν
παρασχεῖν. χρόνον μὲν οὖν τινα διὰ ταῦτα ἀνέσχον, οὐκ ἐθέλοντές σφισιν ἐς χεῖρας ἐλθεῖν· ὡς μέντοι τὰ στρατεύματα, ἅτε ἐκ τοῦ ὑπηκόου τὸ πλεῖστον ὄντα, τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντιπολεμούντων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον τὸ πρὸ τῶν ἀγώνων γιγνόμενον ἐντὸς τοῦ
ἐρύματος ὡς καὶ δεδιότες ἐποιήσαντο, ἔς τε τὴν μάχην ὥρμησαν καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλεῖον plei=on Bk., plei/w LM. διατριφθῶσι, τό τε στρατόπεδον ἐκλείψουσι καὶ διασκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.
μέγιστον δὴ τὸν ἀγῶνα τοῦτον καὶ ὑπὲρ πάντας τοὺς ἐμφυλίους τοὺς τοῖς Ῥωμαίοις γεγονότας οὐκ ἀπεικότως ἄν τις συμβῆναι νομίσειεν, οὐχ ὅτι καὶ τοῖς πλήθεσιν ἢ καὶ ταῖς ἀρεταῖς τῶν μαχεσαμένων διήνεγκεν dih/negken Leuncl., dih/negkan LM. αὐτῶν (πολλῷ γὰρ καὶ πλείους καὶ ἀμείνους σφῶν πολλαχόθι ἠγωνίσαντὀ, ἀλλʼ ὅτι περί τε τῆς ἐλευθερίας καὶ τῆς δημοκρατίας τότε ὡς οὐπώποτε ἐπολέμησαν.
συνέπεσον μὲν γὰρ καὶ αὖθις ἀλλήλοις, ὥσπερ καὶ πρότερον· ἀλλʼ ἐκείνους μὲν τοὺς ἀγῶνας ὑπὲρ τοῦ τίνος ἐπακούσουσιν ἐποιήσαντο, τότε δὲ οἱ μὲν ἐς δυναστείαν αὐτοὺς ἦγον, οἱ δὲ ἐς αὐτονομίαν ἐξῃροῦντο. ὅθεν οὐδʼ ἀνέκυψεν ἔτι e)/ti M, o(/ti L. πρὸς ἀκριβῆ παρρησίαν ὁ δῆμος καίπερ ὑπʼ οὐδενὸς
ἀλλοτρίου ἡττηθείς (τὸ γάρ τοι ὑπήκοον τό τε συμμαχικὸν τὸ τότε αὐτοῖς παραγενόμενον ἐν προσθήκης μέρει τοῦ πολιτικοῦ ἦνʼ, ἀλλʼ αὐτός τε ἑαυτοῦ κρείττων τε ἅμα καὶ ἥττων γενόμενος καὶ ἔσφηλεν ἑαυτὸν καὶ ἐσφάλη, κἀκ τούτου τό τε δημοκρατικὸν συμπαρανάλωσε καὶ τὸ μοναρχικὸν
ἐκράτυνε. καὶ οὐ λέγω ὡς οὐ συνήνεγκεν αὐτοῖς ἡττηθεῖσι τότε· τί γὰρ ἄν τις ἄλλο περὶ αὐτῶν ἀμφοτέρωθεν μαχεσαμένων εἴποι ἢ ὅτι Ῥωμαῖοι μὲν ἐνικήθησαν, Καῖσαρ δὲ ἐκράτησεν; ὁμοφρονῆσαι μὲν γὰρ ἐν τῷ καθεστῶτι τρόπῳ τῆς πολιτείας
οὐκέθʼ οἷοί τε ἦσαν· οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρήσασα, σωφρονῆσαι δύναται· πολλοὺς δʼ ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ἀγῶνας ὁμοίους ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ ἐφθάρησαν.
πάρεστι δὲ καὶ ἐκ τῶν σημείων τῶν τότε συμβάντων σφίσι τεκμήρασθαι ὅτι μέγιστος διαφανῶς ὁ ἀγὼν αὐτοῖς ἐγένετο· τὸ γὰρ δαιμόνιον, ὥσπερ που καὶ ἀεὶ πρὸ τῶν ἀτοπωτάτων φιλεῖ προσημαίνειν, πάντα σφίσιν ἀκριβῶς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τὰ ἐκβάντα ἀπʼ αὐτοῦ προεμαντεύσατο.
ἐν γὰρ τῷ ἄστει ὅ τε ἥλιος τοτὲ μὲν ἠλαττοῦτο καὶ ἐλάχιστος ἐγίγνετο, τοτὲ δὲ καὶ μέγας καὶ τριττὸς ἐξεφαίνετο, καί ποτε καὶ νυκτὸς ἐξέλαμψε· καὶ κεραυνοὶ ἄλλοσέ τε πολλαχόσε καὶ ἐς τὸν τοῦ Νικαίου Διὸς βωμὸν ἐφέροντο, λαμπάδες τε ἐνταῦθα κἀκεῖσε ᾖττον, h)=|tton Oddey, h(=tton L, h(=pton M. καὶ σαλπίγγων ἠχαὶ ὅπλων τε κτύποι καὶ στρατοπέδων βοαὶ νυκτὸς ἔκ τε τῶν τοῦ Καίσαρος καὶ ἐκ τῶν τοῦ Ἀντωνίου κήπων, ὁμοχώρων ἀλλήλοις παρὰ
τῷ Τιβέριδι ὄντων, ἠκούοντο. h)kou/onto R. Steph., h)kou/eto LM, e)chkou/onto Zon. καὶ προσέτι καὶ κύων κυνὸς σῶμα πρὸς τὸ Δημήτριον προσελκύσας τήν τε γῆν τοῖς ποσὶν ὤρυξε καὶ κατέχωσεν αὐτό. καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε διφυές τέρας ἔτεκε· τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει.
καὶ ὁ τῆς Ἀθηνᾶς ὀχὸς πρὸς τὸ Καπιτώλιον ἐξ ἱπποδρομίας τινὸς ἐπανιὼν συνετρίβη, τό τε ἄγαλμα τὸ τοῦ Διὸς τὸ ἐν τῷ Ἀλβανῷ ὂν αἷμα παρʼ αὐτὰς τὰς ἀνοχὰς ἔκ τε τοῦ δεξιοῦ ὤμου καὶ
ἐκ τῆς δεξιᾶς χειρὸς ἀνέδωκε. καὶ ταῦτα μὲν ἐκ τοῦ δαιμονίου σφίσι προεδείχθη, ποταμοί τε ἐν τῇ χώρᾳ αὐτῶν οἱ μὲν παντάπασιν ἐξέλιπον οἱ δʼ ἀνάπαλιν ῥεῖν ἤρξαντο· συνενηνέχθαι sunenhne/xqai Bk., sunhne/xqai LM. δέ πως ἐς ταὐτὸ καὶ ὅσα παρὰ τῶν ἀνθρώπων κατὰ συντυχίαν