Kitap 47
30.7
οἴκοι Ῥωμαίων νομισθέντες, ἔτυχον. οὐ μέντοι οὐδʼ οἱ Λαοδικεῖς κακόν τι πλὴν συντελείας χρημάτων ἔπαθον. ἀλλʼ οὐδὲ ἄλλος οὐδείς, συχνῶν μετὰ τοῦτο ἐπιβουλευσάντων τῷ Κασσίῳ, ἐκολάσθη.
31.1
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, οἱ Ταρσεῖς Τίλλιον Κίμβρον φονέα τε τοῦ Καίσαρος ὄντα καὶ τότε Βιθυνῶν ἄρχοντα πρός τε τὴν τοῦ Κασσίου ἐπικουρίαν ἐπειγόμενον ἐπεχείρησαν τῶν τοῦ Ταύρου διόδων εἶρξαι, προεκλιπόντες δὲ de\ v. Hers., te LM. αὐτὰς ὑπὸ δέους παραχρῆμα μὲν ἐσπείσαντο αὐτῷ, νομίσαντες ἰσχυρὸν αὐτὸν εἶναι, μετὰ δὲ τοῦτο τὴν ὀλιγότητα τῶν στρατιωτῶν κατανοήσαντες οὔτε τῇ πόλει αὐτὸν ἐδέξαντο οὔτε τὰ ἐπιτήδειά οἱ παρέσχον.
31.2
ἐπειδή τε φρούριόν τι ἐπιτειχίσας σφίσιν ἐς τὴν Συρίαν ἀπῆρε, προτιμότερον τὸ τῷ Κασσίῳ βοηθῆσαι τοῦ τὴν πόλιν αὐτὸς ἐξελεῖν ποιησάμενος, τοῦτό τε ἐπιστρατεύσαντες αὐτῷ παρεστήσαντο, καὶ πρὸς τὰ Ἀδανὰ ὅμορά τέ σφισι καὶ διάφορα ἀεὶ ὄντα ὥρμησαν, πρόφασιν ὡς καὶ τὰ
31.3
τοῦ Κασσίου πρασσοντα ποιησάμενοι. πυθόμενος δὲ ταῦτα ἐκεῖνος πρότερον μέν, ὡς ἔτι ὁ Δολοβέλλας ἔζη, Λούκιον Ῥοῦφον ἐπʼ αὐτοὺς ἔπεμψεν, ὕστερον δὲ καὶ αὐτὸς ἦλθε, καὶ (ἤδη γὰρ ἀμαχεὶ τῷ Ῥούφῳ προσεκεχωρήκεσανʼ ἄλλο μέν σφας οὐδὲν δεινὸν εἰργάσατο, τὰ δὲ χρήματα τά τε ἴδια
31.4
καὶ τὰ δημόσια πάντα pa/nta M, pa/ntas L. ἀφείλετο. κἀκ τούτου Ταρσεῖς ἐπαίνους τε παρὰ τῶν τριῶν ἀνδρῶν (ἐκεῖνοι γὰρ τὰ πράγματα ἤδη τὰ ἐν τῇ Ῥώμῃ εἶχονʼ καὶ ἐλπίδα ἀντιλήψεσθαί τι ἀντὶ τῶν