Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

30.2 ἐνίκησε, καὶ ἐς τὴν Συρίαν ἐνέβαλε. καὶ τῆς μὲν Ἀντιοχείας ὑπὸ τῶν ἐμφρουρούντων αὐτὴν ἀπεκρούσθη, τὴν δὲ δὴ Λαοδίκειαν ἀμαχεὶ διὰ τὴν φιλίαν αὐτῶν, ἣν πρὸς τὸν Καίσαρα τὸν πρότερον εἶχον, προσεποιήσατο. κἀκ τούτων ἡμέρας τινὰς ἰσχύσας (τά τε γὰρ ἄλλα καὶ τὸ ναυτικὸν αὐτῷ διὰ ταχέων ἐκ τῆς Ἀσίας ἐπῆλθἐ διέβαλεν die/balen R. Steph., die/ballen LM. ἐς Ἄραδον, ὅπως καὶ παρʼ ἐκείνων καὶ χρήματα καὶ
30.3 ναῦς λάβῃ· κἀνταῦθα ἀποληφθεὶς μετʼ ὀλίγων ἐκινδύνευσε. διαφυγὼν δʼ οὖν ἀπήντησέ τε τῷ Κασσίῳ προσελαύνοντι, καὶ συμβαλὼν αὐτῷ ἡττήθη. κατακλεισθείς τε ἐς τὴν Λαοδίκειαν ἐπορθεῖτο, τῆς μὲν ἠπείρου παντελῶς εἰργόμενος (ἄλλοι τε γὰρ τῷ Κασσίῳ καὶ Πάρθοι τινὲς ἐβοήθησανʼ,
30.4 ταῖς δὲ δὴ ναυσὶ ταῖς τε Ἀσιαναῖς καὶ ταῖς Αἰγυπτίαις, ἃς ἡ Κλεοπάτρα αὐτῷ ἔπεμψε, καὶ προσέτι καὶ τοῖς χρήμασι τοῖς παρʼ αὐτῆς ἐλθοῦσιν ἰσχύων, μέχρις οὗ ὁ Στάϊος τό τε ναυτικὸν συνεκρότησε, καὶ ἐς τὸν τῶν Λαοδικέων λιμένα ἐσπλεύσας τούς τε ἀνταναχθέντας ἐκράτησε
30.5 καὶ ἀπέκλεισέν οἱ καὶ τὴν θάλασσαν. τότε γὰρ ἀμφοτέρωθεν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων εἰρχθεὶς ἐπεκδρομὴν μὲν σπάνει τῶν ἀναγκαίων ἐποιήσατο, καταραχθεὶς δὲ διὰ ταχέων ἐς τὸ τεῖχος, καὶ προδιδόμενον αὐτὸ ἰδών, ἐφοβήθη μὴ ζῶν ἁλοίη a(loi/h Dind., a(lw/hi LM. καὶ ἑαυτὸν κατεχρήσατο. ὅπερ που καὶ Μᾶρκος Ὀκτάουιος ὑποστράτηγος αὐτοῦ ἔπραξε.
30.6 καὶ οἱ μὲν ταφῆς ὑπὸ τοῦ Κασσίου, καίπερ τὸν Τρεβώνιον ἄταφον ῥίψαντες, ἠξιώθησαν· οἵ τε συστρατεύσαντές σφισι καὶ περιγενόμενοι καὶ σωτηρίας καὶ ἀδείας, καίτοι πολέμιοι ὑπὸ τῶν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi