Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

29.3 τὴν δίαιταν ἀδεῶς σὺν αὐτῷ ποιεῖσθαι. ἐπειδή τε ἔν τε τῷ θαρσοῦντι διὰ ταῦτʼ ἐγένετο καὶ φυλακὴν οὐδεμίαν ἑαυτοῦ ἐποιεῖτο, τήν τε Σμύρναν, ἐν ᾗ ἦσαν, νυκτὸς ἐξαπιναίως κατέλαβε, καὶ ἐκεῖνον ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν τοῦ Καίσαρος εἰκόνα ἔρριψε, κἀκ τούτου πᾶσαν τὴν
29.4 Ἀσίαν κατέσχε. πυθόμενοι δὲ ταῦτα οἱ ἐν οἴκῳ Ῥωμαῖοι πόλεμον αὐτῷ ἐπήγγειλαν· οὐδέπω γὰρ ὁ Καῖσαρ οὔτε τὸν Ἀντώνιον ἐνενικήκει οὔτε τὰ ἐν τῷ ἄστει διὰ χειρὸς ἐπεποίητο. καὶ τοῖς τε συνοῦσίν οἱ ῥητὴν ἡμέραν ἐς ἔκλειψιν τῆς φιλίας αὐτοῦ προεῖπον, ἵνα μὴ καὶ ἐκεῖνοι ἐν ἐχθρῶν
29.5 μοίρᾳ γένωνται, καὶ τὴν ἀντίταξιν τόν τε πόλεμον τὸν πρὸς αὐτὸν τὸ μὲν σύμπαν τοῖς ὑπάτοις προσέταξαν, ἐπειδὰν τὰ παρόντα κατορθώσωσι, ποιήσασθαι (τὸν γὰρ Κάσσιον οὐδέπω τὴν Συρίαν ἔχοντα ᾔδεσανʼ, ἵνα δὲ μὴ ἐπὶ μεῖζον ἐν τῷ μεταξὺ χρόνῳ αὐξηθῇ, τοῖς τῶν προσόρων ἐθνῶν ἄρχουσιν
29.6 ἐνεχείρισαν· καὶ μετὰ τοῦτο μαθόντες τὰ κατὰ τὸν Κάσσιον, πρὶν καὶ ὁτιοῦν ὑπʼ ἐκείνων πραχθῆναι, ταῦθʼ ἅπερ εἶπον ἐψηφίσαντο.
30.1 ὁ δʼ οὖν Δολοβέλλας ἐγκρατὴς οὕτω τῆς Ἀσίας γενόμενος ἐς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν τῇ Παλαιστίνῃ ὄντος, καὶ τοὺς Ταρσέας ἑκουσίους προσλαβὼν φρουρούς τινας αὐτοῦ ἐν Αἰγέαις ὄντας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi