Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 47

21.1 κἀν τούτῳ πυθόμενοι τὸν Καίσαρα ἐπὶ μεῖζον αἴρεσθαι, Κρητῶν μὲν καὶ Βιθυνῶν, ἐφʼ οὓς ἐστέλλοντο, ἠμέλησαν, οὐδεμίαν ἐν αὐτοῖς ἀξιόχρεων ὠφελίαν ὁρῶντες οὖσαν, πρὸς δὲ δὴ τήν τε Συρίαν καὶ τὴν Μακεδονίαν, καίπερ μηδέν σφισι προσηκούσας, ἀλλʼ ὅτι τῷ καιρῷ καὶ τοῖς χρήμασι ταῖς
21.2 τε δυνάμεσιν ἤκμαζον, ἐτράποντο. καὶ Κάσσιος μὲν πρὸς τοὺς Σύρους ὡς καὶ συνήθεις οἱ καὶ φίλους ἐκ τῆς μετὰ τοῦ Κράσσου στρατείας ὄντας ὥρμησε, Βροῦτος δὲ τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. ἄλλως τε γὰρ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ἐπὶ ταῖς ἐλπίσι τῶν
21.3 ὁμοίων προσεῖχον αὐτῷ, καὶ διότι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που καὶ τότε ἔτι περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας ἢ διὰ νόσον ἢ διὰ ἀταξίαν, προσλαβὼν εἶχε· καί οἱ καὶ χρήματα ἐκ τῆς Ἀσίας
21.4 παρὰ τοῦ Τρεβωνίου ἦλθε. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπονητότατα ἐκ τούτων, ἅτε μηδὲ δύναμίν τινα ἀξιόλογον ἔχον, προσεποιήσατο· ἐς δὲ δὴ τὴν Μακεδονίαν ἦλθε μὲν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ ὅ τε Ἀντώνιος ὁ Γάϊος ἄρτι ἀφῖκτο καὶ Κύιντος Ὁρτήσιος ὁ προάρξας αὐτῆς ἀπαλλαγήσεσθαι
21.5 ἔμελλεν, οὐ μέντοι καὶ πρᾶγμά τι ἔσχεν. οὗτός τε γὰρ εὐθὺς αὐτῷ προσεχώρησε, καὶ ὁ Ἀντώνιος κωλυθεὶς κατὰ τὴν τοῦ Καίσαρος ἐν τῇ Ῥώμῃ ἐπικράτησιν πράσσειν τι τῶν τῇ ἀρχῇ προσηκόντων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi