Kitap 47
20.1
πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν αὐτοῦ, τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων, ὥσπερ εἶπον, ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐξεστράτευσαν. ὅ τε γὰρ Βροῦτος καὶ ὁ Κάσσιος τὸ μὲν πρῶτον μετὰ τὴν ὁμολογίαν τὴν πρὸς τὸν Ἀντώνιον τούς τε ἄλλους σφίσι γενομένην καὶ ἐς τὴν ἀγορὰν ἐσῄεσαν, καὶ τὰς στρατηγίας ἐν τῷ
20.2
αὐτῷ ᾧ καὶ πρὶν κόσμῳ διῴκουν· ἐπεὶ δʼ ἤρξαντό τινες ἐπὶ τῇ τοῦ Καίσαρος σφαγῇ χαλεπαίνειν, ἐξεχώρησαν ὡς καὶ ἐπὶ τὰς ἔξω ἀρχάς, ἃς προσετετάχατο, ἐπειγόμενοι. καίτοι καὶ ἀστυνόμος ὁ Κάσσιος ἦν, τά τε Ἀπολλώνια οὐδέπω διεωρτάκει. ἀλλʼ ἐκεῖνα μὲν διʼ Ἀντωνίου τοῦ συστρατηγοῦ καὶ ἀπὼν ἐκπρεπέστατα ἐπετέλεσεν, αὐτὸς
20.3
δὲ οὐκ εὐθὺς ἐκ τῆς Ἰταλίας ἀπέπλευσεν, ἀλλʼ ἐν τῇ Καμπανίᾳ μετὰ τοῦ Βρούτου χρονίσας ἐπετήρει τὰ γιγνόμενα. καί τινα καὶ γράμματα ἐς τὴν Ῥώμην, ἅτε καὶ στρατηγοῦντες, πρὸς τὸν δῆμον ἔπεμπον, μέχρις οὗ ὁ Καῖσαρ ὁ o( added by R. Steph. Ὀκταουιανὸς τῶν τε πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸ
20.4
πλῆθος σφετερίζεσθαι ἤρξατο. τότε γὰρ τῆς τε δημοκρατίας ἅμα ἀπογνόντες καὶ ἐκεῖνον φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς οἱ Ἀθηναῖοι λαμπρῶς ὑπεδέξαντο· ἐτιμῶντο μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων σχεδόν τι πάντων ἐφʼ οἷς ἐποίησαν, ἐκεῖνοι δὲ καὶ εἰκόνας σφίσι χαλκᾶς παρά τε τὴν τοῦ Ἁρμοδίου καὶ παρὰ τὴν τοῦ Ἀριστογείτονος, ὡς καὶ ζηλωταῖς αὐτῶν γενομένοις, ἐψηφίσαντο.