Kitap 46
10.3
αὐτῷ παραχρῆμα οὐδὲ κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε pareno/mhse Cobet, parhno/mhse LM. καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθʼ ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρʼ αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτός τε φιλόπολις ὡς ἀληθῶς ὢν ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρʼ αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα.
10.4
καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, ἢ πεπιστευκότα σε τότε ταῦθʼ οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, ἢ μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.
11.1
ὅτι γὰρ τοῦθʼ οὕτως ἔχει, καθʼ ἕκαστον ὑμῖν, ὦ πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος· καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτʼ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος·
11.2
καὶ γὰρ οὗτος πάνθʼ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. (ἀλλʼ ἐμποδών,ʼ φησίν, (ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ.ʼ καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθʼ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; (ἔφυγε γάρ,
11.3
ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών.ʼ οὐκοῦν καὶ σύ, ὦ Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλʼ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε mh/ti ge Cobet, mh/toi ge LM. καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο ὃ σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν