Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

9.2 διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους (ἐγὼ μόνος ὑμᾶς φιλῶ,ʼ καὶ εἰ οὕτω τύχοι, tu/xoi R. Steph., tu/xhi LM. (καὶ ὁ δεῖνα, οἱ δʼ ἄλλοι πάντες μισοῦσι,ʼ καὶ (ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δʼ ἄλλοι πάντες ἐπιβουλεύουσι,ʼ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι.
9.3 κἂν μέν τι χρηστὸν ὑφʼ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπʼ αὐτὸ ἐπιγράφεις, θρυλῶν (ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, e)/graya Rk., e)pe/graya LM. καὶ δι’ ἐμὲ ταῦτα οὕτω πέπρακται·̓ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, e)cairei=s St., e)cai/reis LM. τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων (μὴ γὰρ ἐστρατήγουν
9.4 ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον;ʼ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ tou= supplied by Reim. τι τῶν δεόντων εἰπεῖν ποιούμενος,
10.1 ἔργον δε δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν ἢ σέσωσται ἢ ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;
10.2 ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθʼ ἃ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτʼ οὖν, ὁρῶν ἡμᾶς ἀπʼ ἀρχῆς ὑπʼ αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθες

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi