Kitap 46
ἀναγκάσωσι. διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δʼ οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δʼ οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐδὲ χαλκοῦν ψηφισάμενοι, συγκρούσειν τε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.
καὶ τούς γε ge II. Steph., te L. διαγγελοῦντάς σφισι ταῦτα οὐ πρὸς τὸν Καίσαρα ἀλλὰ πρὸς ἐκείνους ἔπεμψαν. περιοργὴς οὖν καὶ ἐπὶ τούτοις γενόμενος ἐπέτρεψε μὲν τῷ λόγῳ τοῖς πρεσβευταῖς ἄνευ ἑαυτοῦ τῷ στρατεύματι συμμῖξαι, προπαραγγείλας μήτʼ ἀπόκρισίν τινα αὐτοῖς δοθῆναι καὶ ἑαυτὸν παραχρῆμα μεταπεμφθῆναι· ἐλθὼν δὲ ἐς τὸ στρατόπεδον καὶ συνακούσας σφίσι τὰ ἐπεσταλμένα, πολὺ μᾶλλον αὐτοὺς ἐξ αὐτῶν ἐκείνων
ᾠκειώσατο. οἵ τε γὰρ προτετιμημένοι οὐ τοσοῦτον τῇ πλεονεξίᾳ ἔχαιρον ὅσον ὑπώπτευον τὸ γιγνόμενον, τοῦ Καίσαρός σφας ὅτι μάλιστα ἐνάγοντος· καὶ οἱ ἠτιμασμένοι ἐκείνοις μὲν οὐδὲν ὠργίζοντο, προσδιαβάλλοντες δὲ τὴν διάνοιαν τῶν ἐψηφισμένων τήν τε ἀτιμίαν σφῶν ἐπὶ πάντας
ἦγον καὶ τὴν ὀργὴν αὐτοῖς ἐκοινοῦντο. μαθόντες οὖν ταῦθʼ οἱ ἐν τῇ πόλει, καὶ φοβηθέντες, ὕπατον μὲν οὐδʼ ὣς αὐτὸν ἀπέδειξαν, οὗπερ που τὰ μάλιστα ἐγλίχετο, ταῖς δὲ δὴ τιμαῖς ταῖς ὑπατικαῖς ἐκόσμησαν, ὥστε καὶ γνώμην ἐν τοῖς ὑπατευκόσιν ἤδη τίθεσθαι. ἐπειδή τε ἐν οὐδενὶ λόγῳ τοῦτʼ ἔσχε, στρατηγόν τε αὐτὸν ἐν τοῖς πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον αἱρεθῆναι
ἐψηφίσαντο. καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα, ὥσπερ ὡς ἀληθῶς μειράκιόν τέ τι καὶ παῖδα, ἅπερ που διεθρύλουν, ὄντα, σοφῶς μετακεχειρίσθαι ἔδοξαν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ, ὅτι παῖς ἤκουε, δεινῶς ἀγανακτῶν οὐκέτʼ ἐς ἀναβολὰς ἐποιήσατο, ἀλλʼ ἐπί τε τὰ
ὅπλα καὶ ἐπὶ τὴν ἰσχὺν αὐτῶν ἐτράπετο. καὶ πρός τε τὸν Ἀντώνιον κρύφα kru/fa H. Steph., kru/fa kai\ L. διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς αὐτός τʼ ἐνενικήκει καὶ ἡ βουλὴ πολεμίους ἐψήφιστο, e)yh/fisto Bk., e)yhfi/sato L. συνήθροιζε, καὶ κατηγορίας παρʼ αὐτοῖς καὶ κατὰ τῆς γερουσίας καὶ κατὰ τοῦ δήμου πολλὰς ἐποιεῖτο.
ἀκούοντες δὲ ταῦτα οἱ ἐν τῷ ἄστει τέως μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἦγον, ἐπεὶ δὲ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον συμπεφρονηκότας ᾔσθοντο, θεραπεύειν τε αὖθις ἤρξαντο, ἀγνοοῦντες τοὺς λόγους οὓς πρὸς τὸν Ἀντώνιον ἐπεποίητο, καὶ τῷ πολέμῳ
τῷ πρὸς ἐκείνους προσέταξαν. ὁ οὖν Καῖσαρ καὶ τοῦτον μέν, εἴ πως ὕπατος διʼ αὐτὸν ἀποδειχθείη, ὑπεδέξατο· πάνυ γάρ τι ti Bk., toi L. ἔπρασσεν διά τε ἄλλων καὶ διὰ τοῦ Κικέρωνος ὅπως χειροτονηθείη, οὕτως ὥστε καὶ συνύπατον αὐτὸν ὑποσχέσθαι οἱ ποιήσειν.
ἐπεὶ δʼ οὐδʼ ὣς d' ou)d' w(\s v. Hers., d' ou(/tws L. ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφʼ ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ πρὸς τὸν Ἀντώνιον
ἔφερεν· e)/feren Xyl., e)/feron L. τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦνʼ, ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε.
τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δʼ ὅλον τά τε χρήματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα ἀποδειχθῆναι
ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλʼ ἵνα ἀποπειραθῶσί τε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, ἢ καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ διʼ ἐκείνην
δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ to\ Bk., tou= LM. αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατʼ ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθἠ
οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι γὰρ ἐσεληλύθεσανʼ ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.” καὶ αὐτῷ ὁ Κικέρων ὑπολαβὼν “ἂν οὕτως,” ἔφη, “παρακαλῆτε,
λήψεται αὐτήν.” ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν· ὁ δὲ δὴ Καῖσαρ τὸ μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τά τε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐτῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων ἢ παρὰ τοῦ Καίσαρος
ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον (καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτὀ σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων αὐτῶν ὥρμησε.
καὶ τῶν τε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαντες ἐπὶ κατασκοπῇ σφων παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπί τε τῇ προφάσει ταύτῃ καὶ ἄλλα
πολλὰ ἐκακούργουν. πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τά τε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς ἠπείγοντο,
ὕπατον τὸν Καίσαρα ἀπέδειξαν. οὐδὲν ou)de\n Bk., kai\ ou)de\n LM. μέντοι οὐδὲ ἐκ τούτου ἀπώνηντο· a)pw/nhnto Naber, a)pw/nanto LM. ὧν γὰρ οὐχ ἑκόντες ἀλλʼ ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο.
μαθοῦσα οὖν ταῦθʼ ἡ γερουσία μετεβάλετο, meteba/leto Bk., meteba/lleto LM. καὶ ἐκείνοις τε ἀπηγόρευσε μὴ πελάσαι τῇ πόλει, ἀλλʼ ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἀπʼ αὐτῆς ἀποσχεῖν, καὶ αὐτοὶ τήν τε ἐσθῆτα αὖθις ἠλλάξαντο καὶ τοῖς στρατηγοῖς τὴν φυλακὴν
τῆς πόλεως ἐνεχείρισαν, ὥσπερ εἴθιστο. καὶ τά τε ἄλλα ἐν φρουρᾷ ἐποιήσαντο, καὶ τὸ Ἰανίκουλον μετά τε τῶν αὐτόθι στρατιωτῶν καὶ μεθʼ ἑτέρων ἐκ τῆς Ἀφρικῆς ἐπελθόντων προκατέλαβον.
ἕως μὲν δὴ ἐν ὁδῷ ἔθʼ ὁ Καῖσαρ ἦν, ταῦτά τε οὕτως ἐγίγνετο, καὶ ὁμοθυμαδὸν αὐτῶν πάντες οἱ ἐν τῇ Ῥώμῃ τότε ὄντες ἀντελαμβάνοντο, ὥσπερ που φιλοῦσιν οἱ πολλοί, πρὶν ἔς τε τὴν ὄψιν καὶ ἐς τὴν πεῖραν τῶν δεινῶν ἀφικέσθαι, θρασύνεσθαι.
ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκ τε τοῦ Ἰανικούλου κατέβησαν καὶ τούς τε στρατιώτας καὶ ἑαυτοὺς
αὐτῷ παρέδωκαν. τήν τε οὖν πόλιν οὕτως ὁ Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέντων, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα διʼ ὀλίγου οὕτως ἐπʼ αὐτὰς κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδας eu)pa/tridas Dind., eu)patri/d s LM.
ἀρχὰς ἐχόντων ἀποδημούντων. τοῦτο γὰρ τὸ δύο ἄνδρας to\ du/o a)/ndras Bs. following Bk., tw=n du/o a)ndrw=n LM. διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον ἢ τὸ τοὺς ὑπάτους δι’ αὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μηδʼ ἀρχήν τινα ἰσχυροτέραν αὐτοῦ au)tou= Rubino, au)tw=n L
ἐσχηκέναι δόξειν. καὶ ἐγίγνετο μέν που ταῦθʼ ὑπὸ τῶν ὅπλων· ὁ δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλʼ οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.
οὕτω μὲν οὖν ὕπατος ᾑρέθη, καὶ αὐτῷ καὶ συνάρχων, εἴγε τοῦτο δεῖ, ἀλλὰ μὴ ὕπαρχον,
αὐτὸν εἰπεῖν, ὁ Πέδιος ὁ Κύιντος ἐδόθη. καὶ ἐπί τε τούτῳ μέγιστον ἐφρόνει, ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, ὃ μηπώποτέ τινι ἐγεγόνει, ὑπατεύσειν ἔμελλε, καὶ ὅτι τῇ th=| Xiph., om. LM. πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον ἐσελθὼν γῦπας ἓξ καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώτας
ἄλλους δώδεκα εἶδε· πρός τε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ λήψεσθαι προσεδόκησεν. οὐ μέντοι ὡς καὶ δεύτερον ὑπατεύων, ὅτι ταῖς τιμαῖς ταῖς ὑπατικαῖς ἐκεκόσμητο, ἐσεμνύνατο. καὶ τοῦτο καὶ ἔπειτα ἐπὶ πάντων τῶν
ὁμοίων μέχρις ἡμῶν ἐτηρήθη· Σεουῆρος *seouh=ros Bk., seuh=ros LM. γὰρ αὐτοκράτωρ πρῶτος Πλαυτιανὸν ὑπατικαῖς τιμαῖς τιμήσας, καὶ μετὰ τοῦτο ἔς τε τὸ βουλευτικὸν ἐσαγαγὼν καὶ ὕπατον ἀποδείξας, ὡς καὶ δεύτερον ὑπατεύσοντα u(pateu/sonta Nipperdey, u(pateu/santa LM. ἀνεκήρυξεν, καὶ ἀπʼ
ἐκείνου καὶ ἐφʼ ἑτέρων τὸ αὐτὸ ἐγένετο. ὁ δʼ οὖν Καῖσαρ τά τε ἄλλα τὰ ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὑτῷ κατεστήσατο, καὶ χρήματα τοῖς στρατιώταις, τοῖς μὲν ὅσα τε καὶ ὅθεν ἐψήφιστο, τοῖς δὲ λοιποῖς ὡς ἑκάστοις, λόγῳ μὲν οἴκοθεν ἔργῳ δὲ ἐκ τῶν κοινῶν ἔδωκε.
τότε μὲν οὕτω τε καὶ ἐκ τοιαύτης αἰτίας οἱ στρατιῶται τὸ ἀργύριον ἔλαβον· παρακούσαντες δέ τινες τοῦτο ἔδοξαν ἀεὶ πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς στρατοπέδοις, ὅσα ἂν ἐς τὴν Ῥώμην μεθʼ ὅπλων ἀφίκηται, τὰς δισχιλίας καὶ πεντακοσίας
δραχμὰς ἀναγκαῖον εἶναι δίδοσθαι. καὶ διὰ ταῦτα καὶ οἱ μετὰ τοῦ Σεουήρου ἐπὶ τῇ τοῦ Ἰουλιανοῦ καθαιρέσει ἐς τὸ ἄστυ ἐλθόντες φοβερώτατοι αὐτῷ τε ἐκείνῳ καὶ ἡμῖν ἐγένοντο ἀπαιτοῦντες αὐτάς· καί σφας, οὐδʼ εἰδότων τῶν ἄλλων ὅ τι ποτὲ ἠξίουν, ἐθεράπευσεν ὁ Σεουῆρος πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.
ὁ δʼ οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τά τε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω· ἄνευ γὰρ τῆς παρʼ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα· τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν· ἃ γὰρ βιασάμενός σφας εὕρητο, ταῦθʼ ὡς καὶ παρʼ ἑκόντων αὐτῶν εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθεν
ἐτίθετο. καὶ ἐκεῖνοι οὖν ἐπί τε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσέτι ὃν οὐδʼ ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ ᾖ, προτιμᾶσθαι
ἔδοσαν· ᾧ τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθʼ ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν· καὶ ἐφʼ οὗ τῇ τε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύκεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδα
προσέθεσαν. καὶ τέλος τήν τε φυλακὴν τῆς πόλεως, ὥστε πάνθʼ ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶ
διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη· οὐ μέντοι οὔτʼ ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς
ἐπεκλήθη· νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθέν
πως τηρεῖν. τοῦτο μὲν οὖν οὕτως ἔχει· ἐγὼ δὲ οὐκ Ὀκταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν ἡ προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω.