Kitap 46
55.1
συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ παρὰ τὴν Βονωνίαν παραρρέοντος, ὥστε μηδένα ἄλλον μηδετέροις προσγενέσθαι·
55.2
καὶ οὕτω πολὺ ἀπὸ τῶν παρόντων σφίσιν ἀποστάντες ἀλλήλους τε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ διαλεξάμενοί τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἵνα δὲ δὴ μὴ καὶ τῆς ὀλιγαρχίας ἄντικρυς ἐφίεσθαι δόξωσι, καί τις αὐτοῖς φθόνος κἀκ τούτου καὶ ἐναντίωσις παρὰ τῶν
55.3
ἄλλων γένηται, τάδε διωμολογήσαντο· κοινῇ μὲν τοὺς τρεῖς πρός τε διοίκησιν καὶ πρὸς κατάστασιν τῶν πραγμάτων ἐπιμελητάς τέ τινας καὶ διορθωτάς, καὶ τοῦτο οὐκ ἐς ἀεὶ δῆθεν ἀλλʼ ἐς ἔτη πέντε, αἱρεθῆναι, ὥστε τά τε ἄλλα πάντα, κἂν μηδὲν ὑπὲρ αὐτῶν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ κοινώσωσι, διοικεῖν, καὶ τὰς ἀρχὰς τάς τε ἄλλας τιμὰς
55.4
οἷς ἂν ἐθελήσωσι διδόναι, ἰδίᾳ δὲ δή, ὅπως μὴ καὶ πᾶσαν τὴν ἀρχὴν σφετερίζεσθαι νομισθῶσι, Καίσαρι μὲν τήν τε Λιβύην ἑκατέραν καὶ Σαρδὼ καὶ Σικελίαν, Λεπίδῳ δὲ τήν τε Ἰβηρίαν πᾶσαν καὶ τὴν Γαλατίαν τὴν th\n R. Steph., kai\ th\n LM. Ναρβωνησίαν, *narbwnhsi/an R. Steph., tarbwnhsi/an LM. Ἀντωνίῳ δὲ τὴν λοιπὴν Γαλατίαν, τήν τε ἐντὸς τῶν Ἄλπεων καὶ τὴν ὑπὲρ αὐτὰς οὖσαν, ἄρχειν