Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

42.3 ἐπεὶ δʼ οὐδʼ ὣς d' ou)d' w(\s v. Hers., d' ou(/tws L. ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφʼ ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ πρὸς τὸν Ἀντώνιον
42.4 ἔφερεν· e)/feren Xyl., e)/feron L. τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦνʼ, ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε.
43.1 τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δʼ ὅλον τά τε χρήματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα ἀποδειχθῆναι
43.2 ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλʼ ἵνα ἀποπειραθῶσί τε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, ἢ καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ διʼ ἐκείνην
43.3 δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ to\ Bk., tou= LM. αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατʼ ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθἠ
43.4 οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι γὰρ ἐσεληλύθεσανʼ ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.” καὶ αὐτῷ ὁ Κικέρων ὑπολαβὼν “ἂν οὕτως,” ἔφη, “παρακαλῆτε,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi