Kitap 46
38.7
ἐνετείλατο· ἐκεῖνος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρʼ ἀμφοτέρων πολλοῦ γενομένου τραπεὶς ἔφυγε.
39.1
μέχρι μὲν οὖν τούτων ὁ Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου *)antwniei/ou Rk., a)ntwni/ou L. στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν.
39.2
ἡ δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, krath/sei R. Steph., krath/shi L. πάνθʼ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, prokate/lusan (prokate/lusen' St., proskate/lusan L. ἐπʼ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι διʼ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον
39.3
τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω plei/w R. Steph., plei=on L. χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο·