Kitap 46
38.1
τὸν Ἀντώνιον ὥρμησεν. ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον ὁ Ἵρτιος ἀλλὰ καὶ ὁ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, ὅ τε Καῖσαρ, καίτοι μηδὲ μαχεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶν
38.2
καὶ ὑπὸ τῆς βουλῆς ὠνομάσθησαν. τοῖς τε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφή τε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖς τε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.
38.3
ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκ τε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀντιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, ὅ τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιον
38.4
οὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τά τε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέλειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵ τε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον ἐστασίαζον,
38.5
ὁ μὲν Καῖσαρ ὅ τε Ἵρτιος ἐπῄροντό τε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτʼ ἐπειδὴ δύναμίς τις tis Zon., te L. αὐτῷ παρὰ τοῦ Λεπίδου
38.6
πεμφθεῖσα ἦλθεν, ἀνεθάρσησεν. αὐτὸς μὲν γὰρ ὁ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε· τόν τε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπʼ αὐτὸν ἐκέκλητο, καὶ διά τε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευάζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳ