Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

36.4 οἷοί τε ἐγένοντο περαιτέρω προχωρῆσαι. βουλόμενοι οὖν ou)=n R. Steph., gou=n L. καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα συνείλιξαν sunei/lican Rk., a)pei/lican LM. αὐτὸν ὥσπερ τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸς
36.5 ὑφύδρῳ διενεγκεῖν ἔδωκαν. καὶ οὕτως ὁ Δέκιμος τήν τε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.
37.1 ὁ οὖν Ἀντώνιος ἰδὼν ὅτι ὁ Δέκιμος οὐκ ἐνδωσείει, e)ndwsei/ei Dind., e)ndw/sei e)n L. ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, parakate/lipen H. Steph., parakate/leipen L. αὐτὸς δὲ ἐπί τε τὸν Καίσαρα καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαι
37.2 τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων ὁ Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν proecw/rmhsan H. Steph., prosecw/rmhsan L. μὲν ὡς καὶ καθʼ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ διʼ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντες

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi