Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

35.6 ἤσχαλλε, καὶ μάλισθʼ ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳ τε ἰδίᾳ τι περὶ τῆς ὁμονοίας ἐπεσταλκότας, καὶ γράμματα παρʼ αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοις τε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόν τε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα τῇ τοῦ
35.7 χειμῶνος προφάσει ποιουμένους ᾔσθετο. οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτʼ αὖ πεῖσαί τι ἢ καὶ βιάσασθαι ἐδύνατὀ ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορνηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.
36.1 ἐκεῖνος γὰρ πρότερον μὲν ἰσχυρῶς τὸν Ἀντώνιον ἠμύνετο, καί ποτε ὑποτοπήσας τινὰς ἐς τὴν πόλιν ὑπʼ αὐτοῦ ἐπὶ διαφθορᾷ τῶν στρατιωτῶν ἐσπεπέμφθαι συνεκάλεσε πάντας τοὺς παρόντας, καὶ βραχέα ἄττα ὑπειπὼν ἐκήρυξε, δείξας τι χωρίον, τοὺς μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τάδε τοὺς δὲ ἰδιώτας ἐπὶ θάτερα αὐτοῦ ἀπελθεῖν, καὶ οὕτως ἀπορήσαντας τοὺς τοῦ Ἀντωνίου ὅπῃ τράπωνται καὶ μονωθέντας κατεφώρασε καὶ συνέλαβεν·
36.2 ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ βίᾳ ἁλῷ ἢ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι· ὁ γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούς τε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶν
36.3 Ἀντωνίων κατέλυεν. ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μουτίνῃ ποταμοῦ τῆς τε ἐπʼ αὐτῷ φυλακῆς οὐχ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi