Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

33.1 ἐν ὅσῳ δὲ ταῦτʼ ἐπράττετο, τέρατα αὖθις οὐ σμικρὰ καὶ τῇ πόλει καὶ αὐτῷ τῷ ὑπάτῳ τῷ Οὐιβίῳ *ou)ibi/w| Bk., ou)ioui/wi L; before this sord L has bibi/w|, omitted by Xyl. ἐγένετο. ἐν γὰρ τῇ ἐσχάτῃ ἐκκλησίᾳ, μεθʼ ἣν ἐς τὸν πόλεμον ἐξώρμησεν, ἄνθρωπός τις τὴν νόσον που τὴν ἱερὰν καλουμένην ἔχων δημηγοροῦντός
33.2 τι αὐτοῦ κατέπεσεν· καὶ ἀνδριὰς αὐτοῦ χαλκοῦς ἐν τῷ τῆς οἰκίας προθύρῳ ἑστὼς ἀνετράπη αὐτόματος τῇ ἡμέρᾳ τῇ τε ὥρᾳ ᾗ ἐξεστράτευσεν. τά τε ἱερὰ τὰ προπολέμια οἱ μάντεις οὐκ ἠδυνήθησαν ὑπὸ τοῦ πλήθους τοῦ αἵματος διαγνῶναι· καί τις ἐν τούτῳ φοίνικα αὐτῷ προσφέρων ἔν τε τῷ αἵματι τῷ προκεχυμένῳ ὤλισθε καὶ πεσὼν τὸν φοίνικα ἐμίανεν. ἐκείνῳ μὲν δὴ
33.3 ταῦτʼ ἐγένετο. ἀλλʼ εἰ μὲν ἰδιωτεύοντί οἱ συνενήνεκτο, ἐς μόνον ἂν αὐτὸν ἔτεινεν, ἐπεὶ δʼ ὑπάτευε, καὶ ἐς πάντας ὁμοίως ἤνεγκεν, ὥσπερ τό τε τῆς Μητρὸς τῶν θεῶν ἄγαλμα τὸ ἐν τῷ παλατίῳ ὄν (πρὸς γάρ τοι τὰς τοῦ ἡλίου ἀνατολὰς πρότερον βλέπον πρὸς δυσμὰς ἀπὸ ταὐτομάτου μετεστράφἠ
33.4 καὶ τὸ τῆς Ἀθηνᾶς τὸ πρὸς τῇ Μουτίνῃ, παρʼ ᾗ καὶ τὰ μάλιστα ἐμαχέσαντο, τιμώμενον (αἷμά τε γὰρ πολὺ καὶ μετὰ τοῦτο καὶ γάλα ἀνῆκἐ, καὶ προσέτι καὶ τὸ τοὺς ὑπάτους τὴν ἔξοδον πρὸ τῶν Λατίνων ἀνοχῶν ποιήσασθαι· οὐ γὰρ ἔστιν ὁπότε τούτου γενομένου καλῶς ἀπήλλαξαν.
33.5 ἀμέλει καὶ τότε οἱ ὕπατοι ἀμφότεροι καὶ ἐκ τοῦ ὁμίλου πάμπολυ πλῆθος, τὸ μὲν ἐν τῷ παρόντι τὸ δὲ καὶ μετὰ ταῦτα, τῶν τε ἱππέων καὶ τῶν βουλευτῶν πολλοί, καὶ οἱ μάλιστα ἀνὰ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi