Kitap 46
3.4
ἐπιθήσεται· ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφʼ ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.
4.1
διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει· οὔτε γὰρ ἡ φιλία οὔθʼ ἡ εὔνοια ἡμῶν ἡ πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα.
4.2
ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ ὁ πατὴρ αὐτῷ ὁ o( added by Bk. κναφεύς, ὁ τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, ἢ γένος ἢ πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ τε τούτων
4.3
καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.
5.1
εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας oi)spw/tas Lambert Bos, oi)spo/tas LM. καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, ὦ μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀνθρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πάτριον ἑορτὴν ποιῶν