Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

29.5 ἀντʼ αὐτῶν ἀντιπεμφθῆναι ἔγνωσαν. τότε μὲν ταῦτʼ ἐκυρώθη· ὕστερον δὲ οὐ πολλῷ, πρὶν καὶ τὴν γνώμην αὐτοῦ μαθεῖν, ταραχήν τε εἶναι ἐψηφίσαντο καὶ τὴν ἐσθῆτα τὴν βουλευτικὴν ἀπεδύσαντο, τόν τε πόλεμον τὸν πρὸς αὐτὸν καὶ τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, στρατηγοῦ τινα ἀρχὴν
29.6 δόντες, προσέταξαν, καί σφισι καὶ τὸν Λέπιδον Λούκιόν τε Μουνάτιον Πλάγκον ἐν μέρει τῆς ὑπὲρ τὰς Ἄλπεις Γαλατίας ἄρχοντα βοηθῆσαι ἐκέλευσαν.
30.1 οὕτω μὲν τῷ Ἀντωνίῳ καὶ ἄλλως πολεμησείοντι αὐτοὶ τὴν πρόφασιν τῆς ἔχθρας παρέσχον. ἄσμενος γὰρ τῶν ἐψηφισμένων λαβόμενος αὐτίκα τε τοῖς πρέσβεσιν ἐξωνείδισεν ὡς οὔτʼ ὀρθῶς οὔτʼ ἴσως οἱ πρὸς τὸ μειράκιον, τὸν Καίσαρα λέγων, ἐχρήσαντο,
30.2 καὶ ἀντιπέμψας ἑτέρους, ὅπως ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιστήσῃ, ἀντιπροετείνατό τινα, ἃ αὐτῷ μὲν εὐπρέπειαν ἔφερεν, ἀδύνατα δʼ ἦν καὶ ὑπὸ τοῦ Καίσαρος καὶ ὑπὸ τῶν ἄλλων
30.3 τῶν συναιρομένων οἱ πραχθῆναι. ἔμελλε μὲν γὰρ οὐδὲν τῶν προσταχθέντων ποιήσειν, εὖ δὲ ἐπιστάμενος ὅτι οὐδὲ ἐκεῖνοί τι τῶν προβληθέντων ὑπʼ αὐτοῦ πράξουσιν, ὑπισχνεῖτο u(pisxnei=to Rk., u(pisxnei=te L. δῆθεν πάντ̔??ʼ τὰ δεδογμένα σφίσι ποιήσειν, ὅπως αὐτός τε ἀναφυγὴν ὡς κἂν πράξας αὐτὰ ἔχῃ, καὶ τὰ τῶν ἐναντίων, ἀρνησαμένων ἃ ἐπήγγελλεν, αἴτια τοῦ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi