Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

28.6 ἑκόντας ἄξιον θανάτου ποιήσαντας. καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, e)qe/leis Bk., qe/leis L. τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δίʼ ἐξ ὧν καὶ ἡμᾶς συναπολεῖς.” sunapolei=s Bs., sunapole/shis L.
29.1 τοιαῦτα τοῦ Καλήνου εἰπόντος ὁ Κικέρων οὐκ ἤνεγκεν· αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντιλαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοιδορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ ἥκιστα
29.2 μάτην κατατριβῆναι. τῇ δʼ οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφʼ ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τό τε τὰς ἄλλας ἀρχὰς δέκα ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον
29.3 αἰτῆσαι, καὶ τὸ τὰ χρήματα ἃ τοῖς στρατιώταις ἀναλώκει, παρὰ τῆς πόλεως, ὅτι δὴ καὶ καθʼ ἑαυτὸν ὑπὲρ αὐτῆς δὴ παρεσκεύασέ σφας, λαβεῖν, τοῦτο δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐκείνοις καὶ τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι, e)gkatalipou=si H. Steph., e)gkatalei/pousi L. τὸ μήτʼ ἄλλον τινὰ πόλεμον πολεμῆσαι καὶ χώραν εὐθὺς δοθῆναι
29.4 ἐψηφίσαντο. πρός τε τὸν Ἀντώνιον πρεσβείαν ἔπεμψαν κελεύσουσάν οἱ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἐς τὴν Μακεδονίαν ἀπελθεῖν. καὶ τοῖς συστρατευομένοις αὐτῷ προεῖπον οἴκαδε ἐντὸς ῥητῆς ἡμέρας ἀναχωρῆσαι, ἢ εἰδέναι ὅτι ἐν πολεμίου μοίρᾳ γενήσονται. καὶ προσέτι καὶ τοὺς βουλευτὰς τοὺς ἀρχὰς τῶν ἐθνῶν παρʼ αὐτοῦ λαβόντας καταλύσαντες ἑτέρους

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi