Kitap 46
27.4
πολεμῆσαι. τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν h(mi=n H. Steph., u(mi=n L. ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλʼ ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθʼ οὕτως, ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.
28.1
καὶ σοὶ δέ, ὦ Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μηδὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν
28.2
ἐς κίνδυνον αὖθις καθιστάναι. kaqista/nai R. Steph., kaqesta/nai L. καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθʼ οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας· εἰ δʼ οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλʼ ἡμῶν γε φεῖσαι, μηδὲ ἐσηγητὴς ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας
28.3
γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆς τε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρʼ ᾗ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπʼ ὀρθῆς διανοίας
28.4
ἀλλʼ ἀπό a)po/ Polak, u(po/ L. τινος ἄλλου τότε λεχθέντα· τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι ἢ εὐκλεές ἐστιν ἢ ἀσφαλές, μηδʼ ἂν εἴπῃς ὅτι τοῦ θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ
28.5
πιστεύσῃς. τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπʼ ἀπονοίας a)ponoi/as Bk., a)noi/as L. τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν· οὓς δʼ ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζουσιν ὡς μηδὲν ἂν