Kitap 46
2.1
οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω
2.2
καὶ κάτω ταράττων διατετέλεκεν. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν
2.3
ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον
3.1
ἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπʼ ἐκείνοις μεταγνόντες καὶ δίκην παρʼ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια
3.2
αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. ἢ οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθʼ ἡμῶν διʼ Ἀντώνιον ὅτι o(/ti Xyl., e)/ti LM. μάλιστα, ὡς οὐδʼ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων· ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας
3.3
ἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται sunai/retai Rk., sunai/rein L, sunai/rei (corrected from sunai/rein' M. κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν