Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

21.2 καὶ κριθῆναι φυγεῖν. καίτοι τίς ἂν ἑτέρα μείζων ἀπόδειξις τῆς σῆς μιαιφονίας γένοιτο ἢ ὅτι καὶ ἐκινδύνευσας ἀπολέσθαι ὑπʼ αὐτῶν ἐκείνων ὑπὲρ ὧν ἐσκήπτου ταῦτα πεποιηκέναι, καὶ ἐφοβήθης αὐτοὺς ἐκείνους οὓς ἔλεγες ἐκ τούτων εὐηργετηκέναι, eu)hrgethke/nai Bk., eu)ergethke/nai LM. καὶ οὐχ ὑπέμεινας οὔτʼ ἀκοῦσαί τι αὐτῶν οὔτʼ εἰπεῖν τι αὐτοῖς ὁ δεινός, ὁ περιττός, ὁ καὶ τοῖς ἄλλοις βοηθῶν, ἀλλὰ φυγῇ τὴν σωτηρίαν
21.3 ὥσπερ ἐκ μάχης ἐπορίσω; καὶ οὕτω γε ἀναίσχυντος εἶ ὥστε καὶ συγγράψαι ταῦτα τοιαῦτα ὄντα ἐπεχείρησας· ὃν ἐχρῆν εὔχεσθαι μηδὲ τῶν ἄλλων τινὰ αὐτὰ συνθεῖναι, ἵνα ἀλλὰ τοῦτό γε κερδάνῃς, τὸ συναπολέσθαι σοι τὰ πεπραγμένα καὶ μηδεμίαν αὐτῶν μνήμην τοῖς ἔπειτα παραδοθῆναι. καὶ ὅπως γε καὶ γελάσητε,
21.4 ἀκούσατε τὴν σοφίαν αὐτοῦ. προθέμενος γὰρ πάντα τὰ τῇ πόλει πεπραγμένα συγγράψαι (καὶ γὰρ σοφιστὴς καὶ ποιητὴς καὶ φιλόσοφος καὶ ῥήτωρ καὶ συγγραφεὺς εἶναι πλάττεταἰ ἔπειτʼ οὐκ ἀπὸ τῆς κτίσεως αὐτῆς, ὥσπερ οἱ ἄλλοι οἱ τοῦτο ποιοῦντες, ἀλλὰ ἀπὸ τῆς ὑπατείας τῆς ἑαυτοῦ ἤρξατο, ἵνα ἀνάπαλιν προχωρῶν ἀρχὴν μὲν τοῦ λόγου ἐκείνην, τελευτὴν δὲ τὴν τοῦ Ῥωμύλου βασιλείαν ποιήσηται.
22.1 λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν· ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν ἢ αὐτὸς τὰ προσήκοντα πράττειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν ἢ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi