Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

18.6 καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μηδὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήν τε γυναῖκα προαγωγεύειν proagwgeu/ein M (corrected from prosagwgeu/ein', prosagwgeu/ein L. καὶ τὴν θυγατέρα μοιχεύειν.
19.1 ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. ὁ γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, διʼ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει.
19.2 οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς
19.3 δὴ δοκεῖν ὑπομένειν. τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς e(autoi=s R. Steph, e(autou\s LM. συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετʼ ἐλέγχου λαμβάνοντες, τὰ δʼ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετʼ αἰσχύνης
19.4 ὑποπτεύοντες. ἅπερ που καὶ ὁ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα καὶ kai\ supplied by Rk. τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵνʼ ὁ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶν
19.5 χωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵνʼ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε ὁ Ἀντώνιος ἔλεγεν, ἀλλʼ ὅσα ἂν ὁ δῆμος ὁ Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτʼ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi