Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 46

17.4 ψόφοις συσκιάσῃ. ὅστις, o(/stis R. Steph., a(/s1 tis LM. ὦ γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ
17.5 τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, ἃ καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,
17.6 λαβεῖν. ἄλλος μὲν γὰρ ἄν a)\n supplied by Rk. τις ὑπό τε ἐκείνου ταῦτʼ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπʼ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε to/te M, to/t' L. ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;
17.7 Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς diapefukw\s Pflugk, diapefoithkw\s M, diapefoithkw=s L. καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν a)pe/treyen Reim., a)pe/streyen LM. ἀπʼ αὐτῶν καὶ ἀπέσπευσε.
17.8 τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἃ ἔπαθε.
18.1 ταῦθʼ οὕτως, ὦ Κικέρων ἢ Κικέρκουλε ἢ Κικεράκιε ἢ Κικερίσκε *kikeri/ske Cobet, *kike/riqe LM. ἢ Γραίκουλε, ἢ ὅ τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ὁ ἀπαίδευτος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi