Kitap 46
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
α. ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν.
β. ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη.
γ. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη.
δ. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν.
5
χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
γ. Οὐίβιος *ou)i/bios Xyl., li/bios LM. γ. υἱ. Πάνσας Καπρωνιανός
Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ. u(/p. supplied by Bs.
τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ o( supplied by Bk. Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθʼ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδʼ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα ἡ παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλʼ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν.
ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην a)ne/dhn Bk., a)nai/dhn LM. προπηλακίσειε,
προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθʼ ὑμεῖς ἀπατηθέντες ὑφʼ ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.
οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω
καὶ κάτω ταράττων διατετέλεκεν. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν
ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν ὁ τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; ὁ τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον
ἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπʼ ἐκείνοις μεταγνόντες καὶ δίκην παρʼ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια
αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. ἢ οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθʼ ἡμῶν διʼ Ἀντώνιον ὅτι o(/ti Xyl., e)/ti LM. μάλιστα, ὡς οὐδʼ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων· ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας
ἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται sunai/retai Rk., sunai/rein L, sunai/rei (corrected from sunai/rein' M. κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν
ἐπιθήσεται· ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφʼ ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.
διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει· οὔτε γὰρ ἡ φιλία οὔθʼ ἡ εὔνοια ἡμῶν ἡ πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα.
ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ ὁ πατὴρ αὐτῷ ὁ o( added by Bk. κναφεύς, ὁ τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, ἢ γένος ἢ πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ τε τούτων
καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.
εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας oi)spw/tas Lambert Bos, oi)spo/tas LM. καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, ὦ μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀνθρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πάτριον ἑορτὴν ποιῶν
γυμνὸς ἐς τὴν ἀγορὰν ἐσῆλθεν; ἀλλὰ τί, ὦ πάσαις μὲν ταῖς ἀλλοτρίαις ἐσθῆσι διὰ τὴν πατρῴαν τέχνην ἀεὶ χρησάμενος, ὑφʼ ἁπάντων δὲ τῶν ἀπαντώντων καὶ γνωριζόντων αὐτὰς ἀποδυθείς, ἐχρῆν ποιῆσαι ἄνθρωπον μὴ μόνον ἱερέα ἀλλὰ καὶ ἡγεμόνα τῶν συνιερέων suniere/wn R. Steph., sunere/wn LM. ὄντα; μὴ πέμψ̔??ʼ τὴν πομπήν, μὴ ἑορτάσαι τὴν ἑορτήν, μὴ θῦσαι κατὰ τὰ πάτρια, μὴ γυμνωθῆναι, μὴ ἀλείψασθαι a)lei/yasqai Rk., a)lei=yai LM.
(ἀλλʼ οὐ τοῦτʼ αὐτῷ,ʼ φησίν, (ἐγκαλῶν, ἀλλʼ ὅτι τε γυμνὸς ἐν τῇ ἀγορᾷ καὶ ὅτι τοιαῦτα ἐδημηγόρησε.ʼ πάνυ γὰρ πάντα τὰ προσήκοντα ἀκριβῶς ἐν τῷ κναφείῳ μεμάθηκεν, ἵνα καὶ ἁμαρτήματός τινος ἀληθινοῦ αἰσθάνηται καὶ ἐπιτιμᾶν αὐτῷ δικαίως δύνηται.
ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα ἃ προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔν τε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας συμφοραῖς
ἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας prosagwge/as Naber, proagwge/as LM. τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν ἢ δοκεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίς
τίνι ἐπιβουλεύει; καὶ τούτοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ δὴ πάντας τοὺς ἀπράγμονας ἢ καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένους
νομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐδʼ εἰδέναι δοκῶν, ἀλλὰ καὶ διʼ ὄχλου ποιούμενος, τοὺς δʼ ἄρτι προσιόντας σαίνων καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι.
καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις ὁ Βαμβαλίων οὗτός ἐστιν, ἢ τοιοῦτον ἐπανῃρῆσθαι βίον ἐν ᾧ πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ δικαίου λόγον πωλεῖν ἢ καὶ
τοὺς ἀδικοῦντας σώζειν; καίτοι σύγε οὐδὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπεινόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθʼ ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τι
εἰπεῖν εὑρίσκων. ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. ἢ οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγραφας, ὥσπερ οἱ τούς τε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πηλίνους πλάττοντες;
εἰ δʼ ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου *ou)e/rrou R. Steph., e)/rrou LM. κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας.
ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά prosh/konta/ Reim., proso/nta LM. σοι ἀκριβῶς λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ
λόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, ᾧ τοὺς κατηγόρους παρασκευάσας paraskeua/sas R. Steph., pareskeu/asas LM. ἔπειτα οὕτω συνεῖπες ὥστʼ αὐτὸν καταδικασθῆναι, τά τε συγγράμματα ἃ κατὰ τῶν φίλων συγγράφεις, ἐφʼ οἷς οὕτω σαυτῷ ou(/tw sautw=| Bk., ou(/tws e(autw=i LM. ἀδικοῦντι σύνοισθα ὥστε μηδὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνήσασθαι ἃ πάντων a(\ pa/ntwn M, a(pa/ntwn L. αἴσχιστόν
ἐστιν ὁμολογῆσαι. ἀλλʼ ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δεδωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν· τὰ δὲ δὴ σὰ παιδεύματα
τίς οὐκ ἂν θαυμάσειεν; τίνα δʼ ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, proh/konta cod. Coisl. (Bekk. Anecd.), prosh/konta LM. διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους διʼ ὧν ἂν κακουργήσειν τι προσδοκήσῃς.
καὶ διὰ τοῦτο τούς τε νεωτέρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν proagagw\n Dind., proa/gwn LM. προλείπεις.
τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτʼ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας· ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθʼ ὅσα βούλει
διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους (ἐγὼ μόνος ὑμᾶς φιλῶ,ʼ καὶ εἰ οὕτω τύχοι, tu/xoi R. Steph., tu/xhi LM. (καὶ ὁ δεῖνα, οἱ δʼ ἄλλοι πάντες μισοῦσι,ʼ καὶ (ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δʼ ἄλλοι πάντες ἐπιβουλεύουσι,ʼ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι.
κἂν μέν τι χρηστὸν ὑφʼ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπʼ αὐτὸ ἐπιγράφεις, θρυλῶν (ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, e)/graya Rk., e)pe/graya LM. καὶ δι’ ἐμὲ ταῦτα οὕτω πέπρακται·̓ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, e)cairei=s St., e)cai/reis LM. τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων (μὴ γὰρ ἐστρατήγουν