Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

 
μὴ τοίνυν ἀναμείνητε παθόντες τι τοιοῦτο μεταγνῶναι, ἀλλὰ πρὶν παθεῖν φυλάξασθε· σχέτλιον γάρ, ἐξὸν προκαταλαβεῖν τὰ δεινά, εἶτα περιιδόντας αὐτὰ γενόμενα μετανοῆσαι. μηδὲ ἐθελήσητε, προέμενοι τὰ παρόντα, Κασσίου τινὸς αὖθις ἄλλου καὶ Βρούτων *brou/twn M, brou/tou tw=n L. τινῶν ἄλλων δεηθῆναι· γελοῖον γάρ, ἐξὸν αὐτοὺς ἑαυτοῖς τὰ κατὰ καιρὸν βοηθῆσαι, ζητεῖν μετὰ ταῦτα τοὺς ἐλευθεροῦντας
 
ἡμᾶς. οὓς ἴσως οὐδὲ εὑρήσομεν, ἄλλως τε κἂν οὕτω τοῖς παροῦσι χρησώμεθα. τίς γὰρ ἂν ἰδίᾳ ὑπὲρ τῆς δημοκρατίας κινδυνεῦσαι ἐθελήσειεν, ὁρῶν ἡμᾶς δημοσίᾳ πρὸς τὴν δουλείαν ἑτοίμως ἔχοντας; καὶ μὴν ὅτι γε οὐ στήσεταί ποτε ταῦτα ποιῶν, ἀλλʼ ἐν τοῖς πόρρω καὶ ἐλάττοσιν ἐφʼ
 
ἡμᾶς αὐξάνεται, παντὶ δῆλόν ἐστιν. οὐ γάρ που δι’ ἄλλο τι Δεκίμῳ πολεμεῖ καὶ Μούτιναν πολιορκεῖ ἢ ἵνα νικήσας αὐτοὺς καὶ λαβὼν ἐφʼ ἡμᾶς συσκευάσηται· οὔτε γὰρ ἠδίκηταί τι ὑπʼ αὐτῶν ὥστʼ ἀμύνασθαι δοκεῖν, οὔτʼ αὖ τῶν μὲν ἀγαθῶν τῶν παρʼ ἐκείνοις ἐπιθυμεῖ, καὶ διὰ τοῦτο καὶ πόνους καὶ κινδύνους ὑπομένει, τῶν δʼ ἡμετέρων, οἳ καὶ ἐκεῖνα καὶ ἄλλα πολλὰ κεκτήμεθα,
 
ἐθελοντὴς ἀφέξεται. τοῦτʼ οὖν ἀναμενοῦμεν, ἵνα καὶ ταῦτα καὶ ἄλλα ἄττα προσλαβὼν δυσπολέμητος γένηται; καὶ πιστεύσομεν pisteu/somen R. Steph., pisteu/swmen LM. ἐξαπατῶντι
 
αὐτῷ καὶ λέγοντι ὅτι o(/ti supplied by Dind. οὐ πολεμεῖ τῇ πόλει; καὶ τίς οὕτως εὐήθης· ἐστὶν ὥστε τοῖς ῥήμασι μᾶλλον ἢ τοῖς ἔργοις τὸν πολεμοῦντα ἡμῖν ἢ μὴ σκοπεῖν; ἐγὼ μὲν γὰρ οὐ νῦν πρῶτον, ὅτε ἐκ τῆς πόλεως ἐκδέδρακε καὶ ἐπὶ τοὺς συμμάχους ἐστράτευκε καὶ Βρούτῳ προσβάλλει καὶ τὰς πόλεις πολιορκεῖ,
 
κακόνουν kako/noun R. Steph., kako\n ou)=n LM. αὐτὸν ἡμῖν εἶναί φημι, ἀλλὰ καὶ ἐξ ὧν πρότερόν ποτε, οὐχ ὅτι τελευτήσαντος τοῦ Καίσαρος ἀλλὰ καὶ ζῶντος ἔτι, καὶ κακῶς καὶ ἀσελγῶς ἔπραξεν, καὶ ἐχθρὸν καὶ ἐπίβουλον καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἡμῶν γεγονέναι
 
διορίζομαι· τίς γὰρ ἂν τὴν πατρίδα φιλῶν ἢ τίς τυραννίδα μισῶν ἕν γε τι τούτων ἐποίησεν ἃ πολλὰ καὶ παντοδαπὰ οὗτος δέδρακε; πολέμιος μὲν δὴ πάλαι καὶ πανταχόθεν ὢν ἡμῖν ἐλέγχεται, ἔχει δὲ οὕτως. ἂν μὲν ἤδη καὶ τὴν ταχίστην ἀμυνώμεθα αὐτόν, πάντα καὶ τὰ προειμένα proeime/na R. Steph., proieme/na LM.
 
ἀναληψόμεθα· ἂν δʼ ἀμελήσαντες τοῦτο ποιεῖν περιμένωμεν ἕως ἂν ἡμῖν αὐτὸς ἐκεῖνος ἐπιβουλεύειν ὅμολογήσῃ, πάντων ἁμαρτησόμεθα. τοῦτο μὲν γὰρ οὐδʼ ἂν πρὸς αὐτὴν τὴν πόλιν προσελαύνῃ ποιήσει, ὥσπερ οὐδʼ ὁ Μάριος οὐδʼ ὁ Κίννας οὐδʼ
 
ὁ Σύλλας· ἂν δὲ ἐν τῷ κράτει τῶν πραγμάτων γένηται, οὐκ ἔστιν ὅ τι οὐ δράσει τῶν αὐτῶν ἐκείνοις, ἢ καὶ χαλεπώτερον. ἄλλα τε γὰρ λέγειν οἱ πρᾶξαί τι pra=cai/ ti Pflugk, ti pra=cai Rk., pra=cai LM. γλιχόμενοι καὶ ἄλλα ποιεῖν οἱ κατορθώσαντες εἰώθασι· πρὸς μὲν γὰρ τὸ κρατῆσαι τούτου πάντα πλάττονται, τυχόντες δὲ
 
αὐτοῦ οὐδενὸς ὧν ἐπιθυμοῦσιν ἀπέχονται. καὶ προσέτι καὶ τὰ τετολμημένα τισὶν οἱ ἐπιγιγνόμενοι νικᾶν ἀεὶ ἐθέλουσι, τὸ μὲν ὅμοιον ὡς καὶ σμικρὸν ἐκ τοῦ προπεπρᾶχθαι νομίζοντες, τὸ δὲ ἄτοπον ὡς καὶ μόνον mo/non Reim., mo/nwn LM. σφῶν ἄξιον ἐκ τοῦ παραδόξου προαιρούμενοι.
 
Ταῦτʼ οὖν ὁρῶντες, ὦ πατέρες, μηκέτι μέλλωμεν, μηδʼ ὑπὸ τῆς ἐν τῷ παρόντι ῥᾳστώνης δελεαζώμεθα, ἀλλὰ τῆς πρὸς τὸ μέλλον ἀσφαλείας
 
προϊδώμεθα. πῶς γὰρ οὐκ αἰσχρὸν Καίσαρα μέν, ἄρτι τε ἐκ παίδων προεληλυθότα καὶ οὐ πολὺς ἐξ οὗ χρόνος ἐς τοὺς ἐφήβους ἐγγεγραμμένον, τοσαύτην τοῦ κοινοῦ πρόνοιαν ποιεῖσθαι ὥστε καὶ τὰ χρήματα ὑπὲρ τῆς σωτηρίας αὐτοῦ ἀναλίσκειν καὶ στρατιώτας ἀθροίζειν, ἡμᾶς δὲ μήτʼ αὐτούς τι τῶν δεόντων πρᾶξαι μήτε ἐκείνῳ συνάρασθαι suna/rasbai R. Steph., sunai/rasqai LM. προελέσθαι, καίπερ πεῖραν ἔργῳ τῆς
 
εὐνοίας αὐτοῦ εἰληφότας; τίς γὰρ οὐκ οἶδεν ὅτι o(/ti added by Dind. εἰ μὴ μετὰ τῶν ἐκ τῆς Καμπανίας στρατιωτῶν ἐνταῦθα ἀφῖκτο, πάντως ἂν a)\n added by Bk. Ἀντώνιος ἐκ τοῦ Βρεντεσίου εὐθύς, ὥσπερ εἶχεν, ἐς τὴν πόλιν ἡμῶν μετὰ πάντων τῶν στρατευμάτων ὥσπερ τις χειμάρρους
 
ἐσεπεπτώκει; καὶ μὴν καὶ ἐκεῖνο δεινόν, τοὺς μὲν πάλαι ἐστρατευμένους ἑκουσίους ἑαυτοὺς ὑμῖν πρὸς τὰ παρόντα πράγματα ἐπιδεδωκέναι, μήτε τὴν ἡλικίαν μήτε τὰ τραύματα, ἃ πρότερόν ποτε πολεμοῦντες ὑπὲρ ὑμῶν ἔλαβον, ὑπολογισαμένους, ὑμᾶς u(ma=s Bs., h(ma=s LM. δὲ μηδὲ ἐπικυρῶσαι τὸν πόλεμον ἐθελῆσαι τὸν ὑπʼ αὐτῶν ἐκείνων προκεχειροτονημένον,
 
ἀλλὰ τοσούτῳ χείρους καὶ τῶν κινδυνευόντων αὐτῶν γίγνεσθαι ὥστε ἐπαινεῖν μὲν τοὺς στρατιώτας τοὺς τήν τε μιαρίαν τοῦ Ἀντωνίου κατιδόντας καὶ ἐκείνου μὲν καὶ ὑπατεύοντος ἀποστάντας, τῷ δὲ δὴ Καίσαρι, τοῦτʼ ἔστιν ὑμῖν διʼ αὐτοῦ, προσθεμένους, ἃ δʼ ὀρθῶς αὐτοὺς πεποιηκέναι φατέ, ταῦτʼ ὀκνῆσαι ψηφίσασθαι.
 
καὶ μέντοι καὶ τῷ Βρούτῳ χάριν ἴσμεν ὅτι μήτε τὸ κατʼ ἀρχὰς ἐσεδέξατο τὸν Ἀντώνιον ἐς τὴν Γαλατίαν καὶ νῦν ἐπιστρατεύσαντα ἀπωθεῖται. τί ποτʼ οὖν οὐχὶ καὶ αὐτοὶ τὰ αὐτὰ ποιοῦμεν; τί δὲ οὐ τοὺς ἄλλους οὓς ὀρθῶς
 
φρονοῦντας ἐπαινοῦμεν, μιμούμεθα mimou/meqa Reim. (so L by correction', ou) mimou/meqa M. ; καίτοι δυοῖν ἡμᾶς ἀνάγκη θάτερον, ἢ τούτους πάντας, τὸν Καίσαρα λέγω, τὸν Βροῦτον, τοὺς πάλαι στρατιώτας, τὰ στρατόπεδα, strato/peda Rk., strato/ped' a)\n LM. κακῶς τε βεβουλεῦσθαι φάναι καὶ τιμωρίαν δεῖν ὑποσχεῖν ὅτι μήθʼ ἡμῶν h(mw=n H. Steph., u(mw=n LM. μήτε τοῦ δήμου ψηφισαμένων ἐτόλμησαν, οἱ μὲν τὸν ὕπατόν σφων καταλιπόντες οἱ δὲ ἐπʼ αὐτὸν
 
ἀθροισθέντες, προσπολεμῆσαι αὐτῷ· ἢ τὸν Ἀντώνιον πάλαι τε καὶ νῦν nu=n supplied by Bs. ὑφʼ ἡμῶν h(mw=n H. Steph., u(mw=n LM. τοῖς ἔργοις αὐτοῖς πολέμιον ὁμολογεῖν εἶναι κεκρίσθαι, καὶ χρῆναι καὶ κοινῇ γνώμῃ πρὸς πάντων ἡμῶν κολασθῆναι. καὶ μὴν ὅτι τοῦτο οὐ μόνον δικαιότερον ἀλλὰ καὶ λυσιτελέστερον ἡμῖν h(mi=n Bk., u(mi=n LM. ἐστιν,
 
οὐδεὶς ἀγνοεῖ. ὁ μὲν γὰρ ga\r Bs., ge LM. οὔτʼ αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν;ʼ οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ κοινωνοὺς
 
ἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳ
 
προσήκει. τίς μὲν γὰρ οὐκ οἶδεν ὅτι αὐτὸς ἡμῖν πάντα τὰ ἐμφύλια κακὰ παρασκευάσας ἔπειτʼ ἐπʼ ἐλάχιστον τῶν κινδύνων μετέσχεν, ἐπὶ πολὺ μὲν ἐν e)n added by Xyl. τῷ Βρεντεσίῳ καταμείνας katamei/nas R. Steph., kata\ mo/nas LM. ὑπὸ δειλίας, ὥστʼ ὀλίγου τὸν Καίσαρα μονωθέντα διʼ αὐτὸν πταῖσαι, πάντας δὲ τοὺς μετὰ ταῦτα πολέμους, τὸν πρὸς Αἰγυπτίους, τὸν πρὸς Φαρνάκην, τὸν ἐν
 
Ἀφρικῇ, τὸν ἐν Ἰβηρίᾳ ἐκστάς; τίς δʼ οὐκ οἶδεν ὅτι τόν τε Κλώδιον προσποιησάμενος καὶ τῇ δημαρχίᾳ αὐτοῦ πρὸς πάντα τὰ δεινότατα ἀποχρησάμενος κἂν ἀπέκτεινεν αὐτοχειρίᾳ, εἴγε ἐγὼ τὴν ὑπόσχεσιν
 
αὐτοῦ ταύτην ἐδεδέγμην· καὶ τῷ Καίσαρι τοῦτο μὲν ταμιεύων στρατηγοῦντι ἐν Ἰβηρίᾳ συνεξετασθείς, τοῦτο δὲ ἐν τῇ δημαρχίᾳ παρὰ τὴν ἁπάντων ἡμῶν γνώμην προσθέμενος, καὶ μετὰ τοῦτο καὶ χρήματα παρʼ αὐτοῦ ἀμύθητα καὶ τιμὰς ὑπερόγκους λαβών, ἐπεχείρησεν αὐτὸν ἔς τε μοναρχίας ἐπιθυμίαν καὶ ἐπὶ τούτῳ καὶ ἐς διαβολὴν ἐμβαλεῖν, ὑφʼ ὧνπερ καὶ τὰ μάλιστα ἀπέθανεν;
 
καίτοι εἶπέ ποτε ὅτι ἐγὼ τοὺς σφαγέας ἐπʼ αὐτὸν παρεσκεύασα· οὕτω γὰρ ἀνόητός ἐστιν ὥστε μου καταψεύδεσθαι τολμᾶν τηλικούτους ἐπαίνους. ἐγὼ δὲ αὐτόχειρα μὲν αὐτὸν οὐ λέγω γεγονέναι τοῦ Καίσαρος, οὐχ ὅτι οὐκ ἠθέλησεν, ἀλλʼ ὅτι καὶ τοῦτο κατέδεισε· τοῖς μέντοι πράγμασιν αὐτοῖς φημι ἐκεῖνον ὑπʼ αὐτοῦ ἀπολωλέναι.
 
ὁ γὰρ τὴν αἰτίαν αὐτῷ τοῦ δικαίως ἐπιβεβουλεῦσθαι δοκεῖν παρασχὼν οὗτός ἐστιν ὁ βασιλέα αὐτὸν προσαγορεύσας, ὁ τὸ διάδημα αὐτῷ δούς, ὁ καὶ τοῖς φιλοῦσιν αὐτὸν πρότερον διαβαλών. ἢ ἐγὼ μὲν χαίρω τῷ θανάτῳ τοῦ Καίσαρος ὁ μηδὲν ἔξω τῆς ἐλευθερίας ἀπʼ a)p' St., e)p' LM.
 
αὐτοῦ ἀπολαύσας, Ἀντώνιος δὲ ἄχθεται ὁ πᾶσαν μὲν τὴν ἐκείνου οὐσίαν διαρπάσας, πάμπολλα δὲ ἐπὶ τῇ τῶν γραμμάτων αὐτοῦ προφάσει κακουργήσας, καὶ τέλος πρὸς τὴν διαδοχὴν τῆς δυναστείας αὐτοῦ ἐπειγόμενος;
 
Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι οὔτʼ αὐτὸς ἀξιοστρατήγητόν τι ἢ ἀξιόνικον ἔχει οὔτε στρατεύματα πολλὰ ἢ ἀξιόμαχα κέκτηται. οἱ μὲν γὰρ πλεῖστοι οἵ τε ἄριστοι τῶν στρατιωτῶν ἐγκαταλελοίπασιν αὐτόν, καὶ νὴ Δία καὶ τῶν ἐλεφάντων ἐστέρηται· οἱ δὲ δὴ λοιποὶ ὑβρίζειν καὶ ἁρπάζειν τὰ τῶν συμμάχων μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι.
 
τεκμήριον δὲ τοῦ μὲν τρόπου τῆς προαιρέσεως αὐτῶν, ὅτι καὶ νῦν ἔτʼ αὐτῷ συστρατεύονται, τῆς δὲ ἀνανδρίας, ὅτι τὴν Μούτιναν τοσοῦτον ἤδη χρόνον πολιορκοῦντες οὐχ ᾑρήκασι. καὶ τὰ μὲν τοῦ Ἀντωνίου τῶν τε συνόντων αὐτῷ
 
τοιαῦτα ὄντα εὑρίσκεται· τὰ δὲ δὴ Καίσαρος τοῦ τε Βρούτου καὶ τῶν συνεξεταζομένων σφίσι δύσμαχα μὲν καὶ καθʼ ἑαυτά ἐστιν (ἀμέλει Καῖσαρ μὲν καὶ τῶν στρατιωτῶν αὐτοῦ συχνοὺς ἐσφετέρισται, Βροῦτος δὲ ἐκ τῆς Γαλατίας αὐτὸν ἐξείργεἰ,
 
ἂν δὲ δὴ καὶ ὑμεῖς ἐπικουρήσητε αὐτοῖς, πρῶτον μὲν ἐπαινέσαντές σφας ἐφʼ οἷς ἰδιογνωμονήσαντες ἐποίησαν, ἔπειτα δὲ τὰ πραχθέντα ὑπʼ αὐτῶν βεβαιώσαντες, πρός τε τὸ μέλλον ἐξουσίαν ἔννομον αὐτοῖς δόντες, ἔπειτα τοὺς ὑπάτους ἀμφοτέρους ἐπὶ τὸν πόλεμον ἐκπέμψαντες, οὐκ ἔστιν ὅπως βοηθήσουσί bohqh/sousi/ Dind., bohqh/swsi/ LM. τινες αὐτῷ τῶν νῦν
 
συνόντων. οὐ μὴν οὐδʼ ἂν τὰ μάλιστα συμμείνωσιν, ἀντισχεῖν γε πρὸς πάντας ἅμα τοὺς ἄλλους δυνήσεται, dunh/setai Oddey, dunh/sontai LM. ἀλλʼ ἤτοι ἑκών, ἐπειδὰν πρῶτον πύθηται ταῦθʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἐψηφισμένους, τά τε ὅπλα καταθήσεται καὶ ἐφʼ ὑμῖν ἑαυτὸν ποιήσεται, ἢ καὶ ἄκων ἐκ μιᾶς μάχης ἁλώσεται.
 
ἐγὼ μὲν δὴ ταῦθʼ ὑμῖν παραινῶ, καὶ εἴγε ὑπατεύων ἔτυχον, πάντως ἂν καὶ ἐποίησα, καθάπερ καὶ πρότερον, ὅτε καὶ τὸν Κατιλίναν καὶ τὸν Λέντουλον, αὐτῷ τούτῳ προσήκοντα
 
ἐπιβουλεύσαντας e)pibouleu/santas R. Steph., e)pibouleu/santa LM. ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ kai\ L, om. M. ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν
 
ἄγειν, ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι (ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλεινʼ, λόγῳ μὲν εὐπρεπέστατον, eu)prepe/staton Xyl., eu)prepesta/twi LM. τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς καὶ πρεσβείαις πρὸς
 
τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας.
 
δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή· καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλʼ ὥσπερ τοὺς οἰκέτας τοὺς ἀποδιδράσκοντας καὶ
 
μετιέναι καὶ κολάζειν ἐκ τοῦ ὑπέρφρονος. πῶς δὲ οὐ δεινὸν ἐκεῖνον μὲν μὴ μελλῆσαι ἡμᾶς ἀδικεῖν, ἡμᾶς δὲ δὴ μέλλειν ἀμύνασθαι; καὶ ἐκεῖνον μὲν ἐκ πολλοῦ τὰ ὅπλα ἐν χερσὶν ἔχοντα πάντα τὰ τοῦ πολέμου πράττειν, ἡμᾶς δὲ ἐν ψηφίσμασι καὶ πρεσβείαις τοὺς χρόνους κατατρίβειν, καὶ ὃν ἐκ τῶν ἔργων ἀδικοῦντα πάλαι πεφωράκαμεν, τοῦτον συλλαβαῖς καὶ
 
ῥήμασι μόνοις μεταχειρίζεσθαι; τί προσδοκῶντας; ἢ ὅτι ὑπακούσει ποτὲ ἡμῖν καὶ αἰδεσθήσεταί ποτε ἡμᾶς; καὶ πῶς, ὅς γε ἐς τοῦτʼ ἤδη προκεχώρηκεν ὥστε μηδʼ ἂν βούληται δύνασθαι δημοκρατικῶς ἡμῖν συμπολιτεῦσαι; εἰ μὲν γὰρ ἴσως καὶ κοινῶς ζῆν ἠβούλετο, οὐδʼ ἂν ἀπʼ ἀρχῆς τοιούτοις πράγμασιν ἐπεχείρησεν, εἴ τε καὶ ὑπʼ ἀνοίας ἢ καὶ προπετείας τοῦτʼ ἐποίησε, πάντως ἂν ἑκὼν
 
εὐθὺς αὐτῶν ἀπηλλάγη· νῦν δʼ ἅπαξ καὶ ἐκ τῶν νόμων καὶ ἐκ τῆς πολιτείας ἐκβάς, καί τινα καὶ δύναμιν ἐκ τούτου καὶ ἐξουσίαν προσλαβών, οὐκ ἔστιν ὅπως ἂν ἐθελούσιος μεταβάλοιτο metaba/loito R. Steph., metaba/lloito LM. καὶ τῶν δογμάτων τι τῶν ὑμετέρων προτιμήσειεν, ἀλλʼ ἀνάγκη τὸν τοιοῦτον αὐτοῖς τοῖς ὅπλοις, οἷσπερ ἡμᾶς ἀδικεῖν ἐτόλμησε, καὶ κολασθῆναι.
 
καί μοι νῦν μάλιστα τὸ λεχθέν ποτε ὑπʼ αὐτοῦ ἐκείνου μνημονεύσατε, ὅτι οὐχ οἷόν τέ ἐστιν ὑμῖν, ἂν μὴ κρατήσητε, σωθῆναι. οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κελεύοντες ὑμᾶς πρεσβεύσασθαι ἢ ὅπως ὑμεῖς μὲν βραδύνητε, κἀκ τούτου καὶ τὰ τῶν συμμαχούντων ὑμῖν ἀργότερα καὶ ἀθυμότερα

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi