Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

47.1 καὶ εἴγε καὶ Ἀντώνιος ταῦτʼ ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοιαῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἄν, ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνον
47.2 ἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ καταστροφῇ περιπέσᾐ, ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναι
47.3 κατέλιπεν. ἀλλʼ οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθʼ, tou=q' Bk., tau=q' LM. ὅτι πολλοὺς φεύγοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων δὴ τῶν ἐκείνου καταγαγὼν katagagw\n Rk., a)gagw\n LM.
47.4 οὐκ ἐπεκούρησε τῷ θείῳ, ἀλλὰ τὸν μὲν συγκυβευτὴν τὸν Λεντίκουλον τὸν ἐπὶ τῇ τοῦ βίου ῥᾳδιουργίᾳ φυγόντα ἐπανήγαγε, καὶ τὸν Βαμβαλίωνα τὸν καὶ ἀπʼ αὐτῆς τῆς ἐπωνυμίας ἐπιβόητον ἀγαπᾷ, τοῖς δὲ δὴ συγγενεστάτοις οὕτως ὥσπερ εἶπον w(/sper ei)=pon Bk., w(s proei=pon LM. κέχρηται, καθάπερ τινὰ ὀργὴν αὐτοῖς
47.5 ἔχων ὅτι τοιοῦτος ἐγεννήθη. τοιγαροῦν τῶν μὲν ἐκείνου e)kei/nou *w, e)kei/nwn LM. χρημάτων οὐκ ἐκληρονόμησεν, ἄλλων δὲ δὴ καὶ πάνυ πολλούς, τοὺς μὲν μήτʼ ἰδὼν μήτʼ ἀκούσας πώποτε, τοὺς δὲ καὶ νῦν ἔτι ζῶντας· οὕτω γὰρ αὐτοὺς ἀποδέδυκε καὶ σεσύληκεν ὥστε μηδέν σφας νεκρῶν διαφέρειν.”
← Önceki 48 / 48

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi