Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

 
οὗτος τοίνυν δημαρχήσας πρῶτον μὲν ἁπάντων ἐκώλυσεν ὑμᾶς τὰ τότε περιστάντα πράγματα εὖ θέσθαι, βοῶν καὶ κεκραγὼς καὶ μόνος ἐξ ἁπάντων
 
ἐναντιούμενος τῇ κοινῇ τῆς πόλεως εἰρήνῃ, ἔπειτα δέ, ἐπειδὴ ἀγανακτήσαντες ἐψηφίσασθε διʼ αὐτὸν ἅπερ ἐψηφίσασθε, τοῦτο μὲν ἐκ τῆς πόλεως ἐξέδρα τὴν ἀρχὴν ἐγκαταλιπών, ᾧ μηδεμίαν ἐκ τῶν νόμων νύκτα ἀποδημῆσαι ἐξῆν, τοῦτο δὲ ἐς τὰ τοῦ Καίσαρος ὅπλα αὐτομολήσας ἐκεῖνόν τε ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ ὑμᾶς u(ma=s H. Steph., h(ma=s LM. ἔκ τε τῆς Ῥώμης καὶ ἐκ τῆς ἄλλης Ἰταλίας ὅλης ἐξήλασε, καὶ ἑνὶ λόγῳ e(ni\ lo/gw| Pflugk, e)n o)li/gwi LM. πάντων τῶν κακῶν τῶν ἐμφυλίων τῶν μετὰ ταῦθʼ ὑμῖν u(mi=n R. Steph., h(mi=n LM. συμβάντων αἰτιώτατος ἐγένετο.
 
εἰ γὰρ μὴ τότε τοῖς βουλήμασιν ὑμῶν u(mw=n R. Steph., h(mi=n LM. ἀντεπεπράχει, οὐκ ἄν ποτε ὁ Καῖσαρ οὔτε ou)/te Bk., ou(=tos LM. σκῆψιν οὐδεμίαν τῶν πολέμων εὑρήκει, οὔτε εἰ καὶ τὰ μάλιστα ἀπηναισχύντει, δύναμίν γέ ge/ Rk., te/ LM. τινα ἀξιόχρεων παρὰ τὰ δόγματα ὑμῶν u(mw=n R. Steph., h(mw=n LM. ἠθροίκει, ἀλλʼ ἤτοι ἑκὼν ἐκ τῶν ὅπλων ἀπήλλακτο a)ph/llakto supplied by Bk. ἢ καὶ
 
ἄκων ἐσεσωφρόνιστο. νῦν δὲ οὗτός ἐστιν ὁ καὶ ἐκείνῳ τὰς προφάσεις ἐνδοὺς καὶ τὸ τῆς βουλῆς ἀξίωμα καταλύσας, τό τε θράσος τῶν στρατιωτῶν ἐπαυξήσας· οὗτος ὁ τὸ σπέρμα τῶν κακῶν τῶν μετὰ ταῦτα ἐκφύντων ἐμβαλών, οὗτος ὁ κοινὸς ἀλιτήριος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ὀλίγου πάσης γενόμενος, ὥς που καὶ
 
τὸ δαιμόνιον ἐναργῶς ἐσήμηνεν. ὅτε γοῦν τοὺς θαυμαστοὺς ἐκείνους νόμους ἐσέφερε, βροντῶν πάντα καὶ ἀστραπῶν ἐπληρώθη. ὧν οὐδὲν ὁ μιαρὸς οὗτος, καίπερ οἰωνιστὴς εἶναι λέγων, φροντίσας, κακῶν καὶ πολέμων, pole/mwn Dind.. pollw=n LM. ὥσπερ εἶπον, οὐ τὴν πόλιν μόνον ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπλήρωσε.
 
μετὰ ταῦτα τοίνυν τί μεν δεῖ λέγειν ὡς ἐπʼ ἐνιαυτὸν ὅλον ἱππάρχησεν, ὃ μήπω πρότερον
 
ἐγεγόνει; τί δʼ ὅτι καὶ τότε μεθύων mequ/wn Rk., meq' u(mw=n LM. τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπʼ αὐτοῦ τοῦ
 
βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δʼ ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει;
 
τί δʼ ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδεσθείς, ἀλλʼ ἐφʼ οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθʼ ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπʼ ἐκεῖνα καὶ ἐπʼ ἄλλα πολλὰ ἐπεπήδησεν ὡς μηδεμίαν αὐτῶν τιμὴν
 
ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη· οὕτως αὐτοῦ καὶ ὁ Καῖσαρ κατέγνω· καὶ πάνθʼ ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ ἡ Χάρυβδις.
 
ταῦτα μὲν οὖν ou)=n supplied by Schenkl. ἐάσω· τὰς δὲ δὴ ὕβρεις ἃς τὸ κοινὸν ὕβρισε, καὶ τὰς σφαγὰς ἃς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν εἰργάσατο, πῶς ἄν τις σιωπήσειεν; ἢ οὐ μέμνησθε πῶς βαρὺς μὲν ὑμῖν καὶ αὐτῇ τῇ ὄψει, βαρύτατος δὲ
 
τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε χρῆσθαι
 
καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ διʼ ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσλαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενός σφισι τοτὲ δὲ ἐναντιούμενος, sfisi tote\ de\ e)nantiou/menos supplied by Bk. αἰτιώτατος μὲν ἐγένετο τοῦ tou= supplied by Bk. παμπληθεῖς σφων σφαγῆναι,
 
αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρνάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπʼ αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε ge Rk., te LM. καὶ ἠδυνήθη, παντελῶς κατειργάσατο.
 
καὶ οὐδὲ ταῦτα μέντοι αὐτὸν ἐσωφρόνισεν, ἀλλʼ ὑπατεύσας γυμνός, ὦ πατέρες, γυμνὸς καὶ μεμυρισμένος ἔς τε τὴν ἀγορὰν ἐσῆλθε, πρόφασιν τὰ Λυκαῖα ποιησάμενος, κἀνταῦθα πρὸς τὸ βῆμα μετὰ τῶν ῥαβδούχων προσῆλθε, καὶ ἐκεῖ κάτωθεν
 
ἐδημηγόρησεν· ὅπερ, ἀφʼ οὗ γέγονεν ἡ πόλις, οὐδένα ἄλλον οὐχ ὅτι ὕπατον ἀλλʼ οὐδὲ στρατηγὸν οὐδὲ δήμαρχον οὐδʼ ἀγορανόμον οὐδεὶς οἶδε πεποιηκότα. τὰ γὰρ Λυκαῖα ἦν, καὶ ἐπὶ τοῦ ἑταιρικοῦ τοῦ Ἰουλίου ἐτέτακτο· ταῦτα γὰρ ὁ Σέξτος αὐτὸν ὁ Κλώδιος τῶν δισχιλίων πλέθρων τῶν ἐν
 
τῇ Λεοντίνων γῇ δοθέντων ἐξεπαίδευσεν. ἀλλὰ καὶ ὑπάτευες, ὦ χρηστέ (ἐρῶ γὰρ ὡς πρὸς παρόντα σἐ, καὶ οὔτε ἔπρεπέ σοι οὔτε ἐξῆν τοιούτῳ ὄντι ἐν e)n supplied by Xyl. τῇ ἀγορᾷ πρὸς τῷ βήματι, πάντων ἡμῶν παρόντων, τοιαῦτʼ εἰπεῖν, ἵνʼ ἅμα τε τὸ θαυμαστόν σου σῶμα καὶ εὔσαρκον καὶ βδελυρὸν θεωρῶμεν, καὶ τῆς μιαρᾶς σου φωνῆς τῆς μεμυρισμένης
 
τὰ δεινὰ ἐκεῖνα λεγούσης ἀκούωμεν· τοῦτο γὰρ περὶ τοῦ στόματός σου μᾶλλον ἤ τι ἕτερον εἰπεῖν βούλομαι. τὰ μὲν γὰρ Λυκαῖα καὶ ἄλλως ἂν τῆς προσηκούσης θρησκείας οὐκ ἀπέτυχε, ou)k a)pe/tuxe Bs., ou)k e)/tuxe LM. σὺ δὲ πᾶσαν ὁμοῦ τὴν πόλιν κατῄσχυνας, ἵνα μηδὲν
 
μηδέπω περὶ τῶν τότε λεχθέντων εἴπω· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ ὑπατεία δημοσία τοῦ δήμου παντός ἐστι, καὶ δεῖ τὸ ἀξίωμα αὐτῆς πανταχοῦ σώζεσθαι καὶ μηδαμοῦ μήτε γυμνοῦσθαι μήθʼ
 
ὑβρίζεσθαι. τάχα γʼ ἂν οὗτος ἢ τὸν Ὁράτιον τὸν παλαιὸν ἐκεῖνον ἢ καὶ τὴν Κλοιλίαν τὴν ἀρχαίαν ἐμιμήσατο, ὧν ἡ μὲν τὴν ἐσθῆτα πᾶσαν ἐνδεδυκυῖα τὸν ποταμὸν διενήξατο, ὁ δὲ καὶ μετὰ τῶν ὅπλων ἐς τὸ ῥεῦμα ἑαυτὸν ἐνέβαλεν. ἄξιόν γε (οὐ γάρ;ʼ καὶ τούτου τινὰ εἰκόνα στῆσαι, ἵνʼ ὁ μὲν καὶ ἐν τῷ Τιβέριδι ὡπλισμένος, ὁ δὲ καὶ ἐν τῇ ἀγορᾷ γυμνὸς
 
ὁρῷτο. καὶ γάρ τοι διὰ ταῦτα ἐκεῖνοι μὲν ἡμᾶς καὶ ἔσωζον καὶ ἠλευθέρουν, οὗτος δὲ πᾶσαν μὲν τὴν ἐλευθερίαν ἡμῶν, ὅσον ἐπʼ αὐτῷ ἦν, ἀφείλετο, πᾶσαν δὲ τὴν δημοκρατίαν κατέλυσεν, καὶ δεσπότην μὲν ἀντὶ ὑπάτου τύραννον δὲ ἀντὶ δικτάτορος ἡμῖν ἀντικατέστησε. a)ntikate/sthse M, a)ntekate/sthse L. μέμνησθε γὰρ οἷα μὲν προσελθὼν πρὸς τὸ βῆμα εἶπεν, οἷα δὲ ἀναβὰς
 
ἐπʼ αὐτὸ ἔπραξε. καίτοι ὅστις ἐτόλμησε, Ῥωμαῖός τε ὢν καὶ ὑπατεύων, βασιλέα τινὰ Ῥωμαίων ἔν τε τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ καὶ πρὸς τῷ βήματι τῷ ἐλευθερίῳ, παντὸς μὲν τοῦ δήμου πάσης δὲ τῆς βουλῆς παρούσης ἀνειπεῖν, καὶ τό τε διάδημα εὐθὺς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
 
ἐπιθεῖναι, καὶ προσκαταψεύσασθαι πάντων ἡμῶν ἀκουόντων ὅτι αὐτοὶ ταῦτα αὐτῷ καὶ εἰπεῖν καὶ πρᾶξαι ἐπεσκήψαμεν, τί μὲν οὐκ ἂν τῶν δεινοτάτων τολμήσειε, τίνος δʼ ἂν τῶν χαλεπωτάτων
 
ἀπόσχοιτο; ἡμεῖς, ὦ Ἀντώνιε, ἡμεῖς σοι soi M, oi( L. ταῦτʼ ἐνετειλάμεθα, οἱ τοὺς Ταρκυνίους *tarkuni/ous R. Steph., tarkuini/ous LM. ἐξελάσαντες, οἱ τὸν Βροῦτον ἀγαπήσαντες, οἱ τὸν Καπιτωλῖνον *kapitwli=non R. Steph., *kapitw/lion LM. κατακρημνίσαντες, οἱ τὸν Σπούριον ἀποκτείναντες;
 
ἡμεῖς βασιλέα τινὰ ἀσπάσασθαί σε προσετάξαμεν, οἱ καὶ αὐτὴν τὴν ἐπωνυμίαν αὐτοῦ, καὶ προσέτι καὶ τὴν τοῦ δικτάτορος διʼ ἐκείνην, ἐπάρατον ποιησάμενοι; ἡμεῖς τύραννόν τινα ἀποδεῖξαί σοι ἐκελεύσαμεν, οἱ τὸν Πύρρον ἐκ τῆς Ἰταλίας ἐκβαλόντες, οἱ τὸν Ἀντίοχον ὑπὲρ τὸν Ταῦρον ἀπελάσαντες, οἱ καὶ Μακεδονίαν τυραννουμένην
 
παύσαντες ; οὐ μὰ τὰς ῥάβδους τὰς Οὐαλερίου καὶ τὸν νόμον τὸν Πορκίου, οὐ μὰ τὸ σκέλος τὸ Ὁρατίου καὶ τὴν χεῖρα τὴν Μουκίου, οὐ
 
μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δουλεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. καὶ ποῦ τοῦτο γεγραμμένον gegramme/non R. Steph., gegramme/nos LM. εὗρες; οὗπερ ou(=per Bk., w(/sper LM. καὶ τὸ τοὺς Κρῆτας ἐλευθέρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.
 
Εἶτʼ ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμενεῖτε a)namenei=te Pflugk, a)name/nete LM. καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα
 
γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλʼ ἐκβαλεῖ ποτε ἐκ τῆς διανοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ εἰπὼν καὶ ποιήσας ἀτιμώρητος
 
ἐγένετο; καὶ τίς ἀνθρώπων ἃ a(\ supplied by Reim. ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτʼ οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δʼ ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφʼ ἑαυτὸν ἅμα ἀποδεῖξαι τολμήσας οὐκ ἂν αὐτὸς μοναρχῆσαι
 
ἐθελήσειεν; ὥστε εἰ καὶ τότε αὐτοῦ ἐφείσασθε, ἀλλὰ νῦν γε καὶ διʼ ἐκεῖνα αὐτὸν μισήσατε· μηδʼ ἐθελήσητε μαθεῖν τί κατορθώσας ὅσα o(/sa Rk., oi(=a LM. βούλεται δράσει, dra/sei Rk., dra/sein LM. ἀλλʼ ἐκ τῶν ἤδη προτετολμημένων αὐτῷ
 
τὸ μηδὲν ἔτι δεινὸν παθεῖν προνοήσατε. καὶ γάρ τοι τί καὶ φήσειεν ἄν τις; ὀρθῶς τότε τὸν Καίσαρα ποιῆσαι μὴ προσδεξάμενον μήτε τὸ ὄνομα τοῦ βασιλέως μήτε τὸ διάδημα ; οὐκοῦν οὗτος κακῶς ταῦτα αὐτῷ προύτεινεν ἃ μηδὲ ἐκεῖνον
 
ἤρεσεν. ἀλλʼ ἁμαρτεῖν ὅτι καὶ τὴν ἀρχὴν τοιοῦτό τι ἀκούσας καὶ ἰδὼν ἠνέσχετο; οὐκοῦν εἴπερ ἐκεῖνος εἰκότως ἐπὶ τούτοις τέθνηκε, πῶς οὐ καὶ οὗτος, ὁμολογῶν τρόπον τινὰ τυραννῆσαι ἐπιθυμεῖν,
 
δικαιότατός ἐστιν ἀπολέσθαι; ὅτι γὰρ ταῦθʼ οὕτως ἔχει, δῆλον μέν ἐστι καὶ ἐκ τούτων ὧν προείρηκα, φανερώτατα δὲ ἐξ αὐτῶν ὧν μετὰ ταῦτʼ ἔπραξεν ἐλέγχεται. τίνος μὲν γὰρ ἄλλου ἕνεκα, ἐξὸν αὐτῷ τὴν ἡσυχίαν ἀσφαλῶς ἄγειν, ταράττειν τὰ πράγματα καὶ πολυπραγμονεῖν ἐπικεχείρηκε;
 
τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ
 
ἄκουσαν αὐτὴν βιάζεται; διὰ τί, τοῦ Βρούτου τοῦ Δεκίμου καὶ ἑαυτὸν καὶ τοὺς στρατιώτας καὶ τὰς πόλεις ἡμῖν h(mi=n H. Steph., u(mi=n L. παραδιδόντος, οὗτος οὐχ ὅπως οὐκ ἐμιμήσατο αὐτόν, ἀλλὰ καὶ πολιορκεῖ κατακλείσας; οὐκ ἔστιν ὅπως οὐκ ἐπʼ ἄλλο τι καὶ ἐφʼ ἡμᾶς h(ma=s H. Steph., u(ma=s LM. κἀκεῖνα καὶ τἆλλα πάντα παρασκευάζεται.
 
Ταῦτʼ οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦτον ἐφʼ ἡμᾶς αὐτοὺς au)tou\s Bk., au)to\n LM. τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευθερίας,
 
ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ kai/per M by correction, kai\ L (and M originally'. πολλὰ ὑπʼ αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐθαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν ἐν τοῖς πολέμοις κρατήσας
 
πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατοντάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρʼ ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐτὴν ἀναπλῆσαι.
 
καίτοι τὸν οὕτως ὠμῶς ἐκείνοις, ὅτε καὶ θεραπεύειν αὐτοὺς ὤφειλε, χρησάμενον τί οὐκ οἴεσθε oi)/esqe R. Steph., oi)/esqai LM. τῶν δεινοτάτων πάντας ὑμᾶς, ἂν καὶ νικήσῃ, ποιήσειν; καὶ τὸν ἀσελγῶς οὕτω μέχρι νῦν βεβιωκότα πῶς οὐκ ἐπὶ πᾶν ὕβρεως, ἂν καὶ τὴν ἐκ τῶν ὅπλων ἐξουσίαν προσλάβῃ, χωρήσειν νομίζετε;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi