Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

32.4 μὰ τὸ δόρυ τὸ Δεκίου καὶ τὸ ξίφος τὸ Βρούτου. σὺ δέ, ὦ παγκάκιστε, καὶ ἐδέου καὶ ἱκέτευες ἵνα δουλεύσῃς, ὡς Ποστούμιος ὅπως Σαυνίταις ἐκδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Ῥήγουλος ὅπως Καρχηδονίοις ἀποδοθῇ, e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. ὡς Κούρτιος ἵνα ἐς τὸ χάσμα ἐμπέσῃ. e)kdoqh=|, a)podoqh=|, e)mpe/sh| Rk., e)kdoqh=is, a)podoqh=is, e)mpe/shis LM. καὶ ποῦ τοῦτο γεγραμμένον gegramme/non R. Steph., gegramme/nos LM. εὗρες; οὗπερ ou(=per Bk., w(/sper LM. καὶ τὸ τοὺς Κρῆτας ἐλευθέρους μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν γενέσθαι, ὧν ἡμεῖς ἐκεῖνον μετὰ τὸν τοῦ Καίσαρος θάνατον ἄρξαι ἐψηφισάμεθα.
33.1 Εἶτʼ ἐν τοσούτοις καὶ τηλικούτοις πράγμασι τὴν ἀλιτηριώδη γνώμην αὐτοῦ πεφωρακότες οὐ τιμωρήσεσθε αὐτόν, ἀλλὰ ἀναμενεῖτε a)namenei=te Pflugk, a)name/nete LM. καὶ τῷ ἔργῳ μαθεῖν τί ἂν δράσειεν ὑμᾶς ὡπλισμένος ὁ τοιαῦτα
33.2 γυμνὸς εἰργασμένος; ἢ οἴεσθε ὅτι οὐκ ἐπιθυμεῖ τῆς τυραννίδος, ὅτι οὐκ εὔχεταί ποτε αὐτῆς τυχεῖν, ἀλλʼ ἐκβαλεῖ ποτε ἐκ τῆς διανοίας τὴν ἔφεσιν ταύτην, ἣν ἅπαξ ἐς τὸν νοῦν ἐγκατέθετο, καὶ καταβαλεῖ ποτε τὴν ἐλπίδα τῆς μοναρχίας, ὑπὲρ ἧς τοιαῦτα καὶ εἰπὼν καὶ ποιήσας ἀτιμώρητος
33.3 ἐγένετο; καὶ τίς ἀνθρώπων ἃ a(\ supplied by Reim. ἄλλῳ τῳ συμπρᾶξαι, τῆς φωνῆς τῆς αὑτοῦ μόνης κυριεύων, ἐπιχειρήσειε, ταῦτʼ οὐκ ἂν αὐτὸς ἑαυτῷ δυνηθεὶς κατεργάσαιτο; τίς δʼ ἂν ἕτερον τύραννον καὶ ἐπὶ τὴν πατρίδα καὶ ἐφʼ ἑαυτὸν ἅμα ἀποδεῖξαι τολμήσας οὐκ ἂν αὐτὸς μοναρχῆσαι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi