Kitap 45
ὑμὶν περὶ αὐτῶν τούτων ἀπελογησάμην. οὔτε γὰρ ἐν δυναστείᾳ καὶ τυραννίδι ζῆν ὑπομείναιμʼ ἄν, ἐν ᾗ μήτε πολιτεύσασθαι ὀρθῶς o)rqw=s supplied by Bk. μήτε παρρησιάσασθαι ἀσφαλῶς μήτε τελευτῆσαι χρησίμως ὑμῖν δύναμαι, οὔτʼ αὖ παρὸν τῶν δεόντων τι paro\n tw=n deo/ntwn ti R. Ste(??)h., paro/ntwn de/onti M, parasxo/ntwn de/onti L. πρᾶξαι, κατοκνήσαιμʼ ἂν καὶ μετὰ κινδύνου τοῦτο ποιῆσαι.
νομίζω γὰρ ἀνδρὸς ἀγαθοῦ ὁμοίως ἔργον εἶναι τοῖς τε τῆς πατρίδος συμφέρουσι τηρεῖν ἑαυτόν, φυλαττόμενον μὴ μάτην ἀπόληται, κἀν τούτῳ μηδὲν ἐλλείπειν τῶν προσηκόντων μήτε λέγοντα μήτε πράττοντα, κἂν ἄρα τι καὶ παθεῖν σώζοντα αὐτὴν ἀναγκαῖον ᾖ.
οὕτω δὴ τούτων ἐχόντων ἦν μέν που πολλὴ καὶ παρὰ τοῦ Καίσαρος καὶ ἐμοὶ καὶ ὑμῖν ἀσφάλεια πρὸς τὸ τὰ δέοντα βουλεύσασθαι· ἐπεὶ δὲ καὶ μετὰ φρουρᾶς συνελθεῖν ἐψηφίσασθε, πάνθʼ ἡμᾶς οὕτω δεῖ dei= L, dh\ M. καὶ εἰπεῖν καὶ πρᾶξαι τήμερον ὥστε καὶ τὰ παρόντα καταστήσασθαι καὶ τοῦ μέλλοντος προϊδέσθαι, μὴ mh\ Rk., w(/ste mh\ LM. καὶ αὖθις
ἀναγκασθῶμεν ὁμοίως ὑπὲρ αὐτῶν διαγνῶναι. ὅτι μὲν οὖν ou)=n supplied by Rk. χαλεπὰ καὶ δεινὰ καὶ πολλῆς ἐπιμελείας καὶ φροντίδος δεόμενα τὰ πράγματα ἡμῶν ἐστι, καὶ ὑμεῖς αὐτοὶ δῆλον, εἰ καὶ ἐκ μηδενὸς ἄλλου, ἀλλʼ οὖν ἐκ τούτου γε πεποιήκατε· οὐ γὰρ ἂν ἐψηφίσασθε φυλακὴν τοῦ βουλευτηρίου σχεῖν, εἴγε ἐξῆν ὑμῖν ἔν τε te Rk., ge LM. τῷ εἰωθότι κόσμῳ καὶ ἐν ἡσυχίᾳ ἀδεῶς τι βουλεύσασθαι. bouleu/sasqai Bk., bouleu=sai LM.
δεῖ δὲ ἡμᾶς καὶ διὰ τοὺς στρατιώτας τοὺς παρόντας ἀξιόλογόν τι πρᾶξαι,ἵνα μὴ καὶ αἰσχύνην ὄφλωμεν, αἰτήσαντες μὲν αὐτοὺς ὡς καὶ φοβούμενοί τινας, ἀμελήσαντες δὲ τῶν πραγμάτων ὡς ἐν οὐδενὶ δεινῷ καθεστηκότες, καὶ λόγῳ μέν σφας ὑπὲρ τῆς πόλεως ἐπʼ Ἀντώνιον προσειληφότες,
ἔργῳ δʼ ἐκείνῳ καθʼ ἡμῶν αὐτῶν δεδωκότες, ὥσπερ δέον αὐτόν, πρὸς τοῖς ἄλλοις στρατεύμασιν ἃ κατὰ τῆς πατρίδος συγκροτεῖ, καὶ αὐτοὺς τούτους προσλαβεῖν, ἵνα μηδὲν μηδὲ τήμερον κατʼ αὐτοῦ ψηφίσησθε.
καίτοι τινὲς ἐς τοῦτʼ ἀναιδείας ἐληλύθασιν ὥστε τολμᾶν λέγειν ὡς οὐ πολεμεῖ τῇ πόλει, καὶ τοσαύτην γε εὐήθειαν ὑμῶν κατεγνώκασιν ὥστε καὶ νομίζειν τοῖς λόγοις τοῖς toi=s supplied by Dind. ἑαυτῶν πείσειν ὑμᾶς
προσέχειν μᾶλλον ἢ τοῖς ἔργοις τοῖς ἐκείνου. καὶ τίς ἂν ἀφεὶς τὸ τὰς πράξεις αὐτοῦ σκοπεῖν, καὶ τὴν στρατείαν ἣν ἐπὶ τοὺς συμμάχους ἡμῶν μήτε τῆς βουλῆς μήτε τοῦ δήμου προστάξαντος πεποίηται, καὶ τὰς χώρας ἃς κατατρέχει, καὶ τὰς πόλεις ἃς πολιορκεῖ, καὶ τὰς ἀπειλὰς ἃς πᾶσιν ἡμῖν ἀπειλεῖ, καὶ τὰς ἐλπίδας ἐφʼ αἷς ἅπαντα ταῦτα ποιεῖ, τοῖς τε ῥήμασι τοῖς τούτων καὶ ταῖς ψευδολογίαις αἷς ἀναβάλλουσιν ὑμᾶς, σκήψεις καὶ προφάσεις λέγοντες, ἐθελήσειε πεισθεὶς ἀπολέσθαι;
ἐγὼ μὲν γὰρ τοσούτου δέω ταῦτα ποιοῦντα αὐτὸν ἔννομόν τι καὶ πολιτικὸν politiko\n Hug, panti\ kako\n LM. πρᾶγμα φάναι πράττειν, ὥστε καὶ ὅτι τὴν τῆς Μακεδονίας ἀρχὴν τὴν ἐκ τοῦ κλήρου προσταχθεῖσαν αὐτῷ κατέλιπε, καὶ ὅτι τὴν τῆς Γαλατίας ἀρχὴν τὴν
μηδὲν αὐτῷ προσήκουσαν ἀνθείλετο, καὶ ὅτι στρατεύματα ἃ ὁ Καῖσαρ ἐπὶ τοὺς Πάρθους προύπεμψε, συλλαβὼν περὶ αὐτόν, μηδενὸς ἐν τῇ Ἰταλίᾳ δεινοῦ ὄντος, ἔχει, καὶ ὅτι τὴν πόλιν ἐν τῷ τῆς ὑπατείας χρόνῳ ἐκλιπὼν περιέρχεται perie/rxetai Rk., e)kperie/rxetai LM. τὴν χώραν πορθῶν καὶ λυμαινόμενος, πάλαι φημὶ
πολέμιον αὐτὸν ἁπάντων ἡμῶν εἶναι. εἰ δὲ μὴ παραχρῆμα τότε ᾐσθάνεσθε μηδὲ ἐφʼ ἑκάστῳ αὐτῶν ἠγανακτεῖτε, ἐκεῖνον μὲν καὶ διὰ τοῦτο tou=to Bk., tau=ta LM. ἔτι μᾶλλον μισεῖν ἄξιόν ἐστιν, ὅτι τοιούτους ὄντας ὑμᾶς ἀδικῶν οὐ παύεται, καὶ δυνηθεὶς ἂν ἴσως συγγνώμης ἐφʼ οἷς τὸ πρῶτον ἥμαρτε τυχεῖν, ἐς τοσοῦτο τῇ συνεχείᾳ τῆς πονηρίας προελήλυθεν ὥστε καὶ ὑπὲρ ἐκείνων χρῆναι δίκην ὑποσχεῖν·
ὑμῖν δὲ ἐς ὑπερβολὴν ἐπιμελητέον ἐστὶ τῶν πραγμάτων, ὁρῶσι καὶ λογιζομένοις τοῦθʼ, ὅτι τὸν τοσαυτάκις ὑμῶν ἐν τοσούτοις πράγμασι καταπεφρονηκότα ἀδύνατόν ἐστιν ἑκούσιον ὑπό τε τῆς αὐτῆς ἐπιεικείας καὶ τῆς αὐτῆς φιλανθρωπίας ὑμῶν σωφρονισθῆναι, ἀλλʼ ἀνάγκη καὶ ἄκοντα νῦν, εἰ καὶ μὴ πρότερον, τοῖς ὅπλοις κολασθῆναι. kolasqh=nai Bk., kwluqh=nai LM.
μὴ γὰρ ὅτι καὶ καὶ ψηφίσασθαί τινα αὑτῷ τὰ μὲν ἀνέπεισεν ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. τὰ δὲ ἐξεβιάσατο, ἧττόν τι παρὰ τοῦτο ἀδικεῖν αὐτὸν καὶ ἐλάττονος διὰ τοῦτο
ἄξιον τιμωρίας εἶναι νομίσητε. πᾶν γὰρ τοὐναντίον καὶ ὑπὲρ αὐτοῦ τούτου μάλιστα δίκην ὀφείλει δοῦναι, ὅτι πολλὰ καὶ δεινὰ προελόμενος δρᾶσαι διʼ ὑμῶν τέ τινα αὐτῶν ἐποιήσατο, καὶ ταῖς παρʼ ὑμῶν ἀφορμαῖς, ἃς οὔτε εἰδότας οὔτε προορωμένους τι τοιοῦτον ἐξαπατήσας ἠνάγκασεν αὑτῷ ψηφίσασθαι, ἐφʼ ὑμᾶς αὐτοὺς ἀπεχρήσατο.
ποῦ γὰρ ἂν ἑκόντες ὑμεῖς τὰς μὲν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ κλήρου δοθείσας ἑκάστοις ἡγεμονίας κατελύσατε, τούτῳ δὲ ἐπετρέψατε τά τε ἄλλα πολλὰ τοῖς φίλοις καὶ τοῖς ἑταίροις διαδοῦναι, καὶ ἐς μὲν τὴν Μακεδονίαν τὸν ἀδελφὸν τὸν Γάϊον πέμψαι, τὴν δὲ δὴ Γαλατίαν ἑαυτῷ μετὰ τῶν στρατευμάτων, οἷς οὐδὲν ὑπὲρ ὑμῶν χρήσασθαι
εἶχε, προστάξαι; prosta/cai R. Steph., prosta/cas LM. ἢ οὐ μέμνησθε ὅπως o(/pws added by R. Steph. ταραττομένους ὑμᾶς ἐπὶ τῇ τοῦ Καίσαρος τελευτῇ λαβὼν πάνθʼ ὅσα ἠβουλήθη διεπράξατο, τὰ μὲν ἐπικοινῶν ὑμῖν ὑπούλως καὶ kai\ added by R. Steph. ἀκαίρως, τὰ δὲ αὐτὸς ἐφʼ ἑαυτοῦ προσκακουργῶν, πάντα δὲ βιαζόμενος; στρατιώταις γοῦν, καὶ τούτοις βαρβάροις, καθʼ
ὑμῶν ἐχρήσατο. καὶ τοῦτο θαυμάσειεν ἄν τις, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἐψηφίσθη τι οἷον οὐκ ἐχρῆν, ὁπότε μηδὲ νῦν παρρησίαν ἄλλως εἰπεῖν τι καὶ πρᾶξαι τῶν δεόντων, εἰ μὴ μετὰ φρουρᾶς, ἐσχήκαμεν; ἣν εἰ τότε περιβεβλημένοι ἦμεν, οὔτʼ ἂν ἐκεῖνος ὧν φήσει τις αὐτὸν τυχεῖν ἔτυχεν, οὔτʼ ἂν τὰ μετὰ ταῦτα αὐξηθεὶς ἐξ αὐτῶν ἔπραξε.
μὴ οὖν ὅσα κελευόμενοι καὶ καταναγκαζόμενοι καὶ θρηνοῦντες δεδωκέναι αὐτῷ ἐδόξαμεν, ταῦτά τις ὡς καὶ νομίμως καὶ δικαίως γεγονότα προβαλλέσθω· proballe/sqw Rk., paraballe/sqw LM. οὐδὲ γὰρ ἐν τοῖς ἰδίοις, ὅσα ἄν τις ἕτερος ὑφʼ ἑτέρου βιασθεὶς πράξῃ, κύρια ταῦτα τηρεῖται.
καίτοι ταῦτα μέν, ὅσα γε ψηφίσασθαι yhfi/sasqai Leuncl., e)yhfi/sasqe LM. δοκεῖτε, καὶ βραχέα καὶ οὐ πάνυ ἔξω τοῦ καθεστηκότος ὄντα o)/nta Leuncl., o)/ntos LM. εὑρήσετε. τί γὰρ δεινὸν εἰ ἕτερος ἀνθʼ ἑτέρου Μακεδονίας ἢ Γαλατίας ἄρξειν ἔμελλεν; ἢ τί χαλεπὸν εἴ ei)/ R. Steph., h)\ LM. τις στρατιώτας
ὑπατεύων ἔλαβεν; ἀλλʼ ἐκεῖνα χαλεπὰ καὶ σχέτλια, τὸ τὴν χώραν ἡμῶν κακουργεῖσθαι, τὸ τὰς πόλεις τὰς συμμαχίδας πολιορκεῖσθαι, τὸ τοὺς στρατιώτας τοὺς ἡμετέρους ἐφʼ ἡμᾶς ὁπλίζεσθαι, τὸ τὰ ἡμέτερα καθʼ ἡμῶν ἀναλίσκεσθαι· ἃ μήτε
ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι τινὰ tina\ supplied by Oddey. ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε e)a=te R. Steph., a(/te LM. καὶ τὰ μὴ δοθέντα πράττειν· μηδʼ ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ διʼ αὐτὸ τοῦτο καὶ μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρʼ ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι καθʼ ὑμῶν ἐτόλμησε
χρήσασθαι. σκοπεῖτε δέ· ἐψηφίσασθε τήν τε εἰρήνην καὶ τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους, ἐμοὶ e)moi\ Rk., kai\ e)moi\ LM. πεισθέντες. ταύτην οὗτος πρυτανεῦσαι κελευσθεὶς οὕτω διῆχε dih=xe Bk., dih=ge LM. πρόφασιν τὴν τοῦ Καίσαρος ταφὴν ποιησάμενος, ὥστε πᾶσαν μὲν τὴν πόλιν ὀλίγου καταπρησθῆναι, παμπόλλους δὲ
αὖθις φονευθῆναι. ἐβεβαιώσατε πάντα τὰ δοθέντα τισὶ καὶ νομοθετηθέντα πρὸς τοῦ Καίσαρος, οὐχ ὡς καλῶς πάντʼ ἔχοντα (πολλοῦ γε καὶ δεἶ, ἀλλʼ ὅτι μηδὲν αὐτῶν μετακινηθῆναι συνέφερεν, ὅπως ἀνυπόπτως χωρὶς ὑπούλου τινὸς ἀλλήλοις συνῶμεν. τούτων ἐξεταστὴς οὗτος γενόμενος πολλὰ μὲν τῶν πραχθέντων ὑπʼ αὐτοῦ καταλέλυκε, πολλὰ δὲ ἕτερα ἀντεγγέγραφε· a)ntegge/grafe Pflugk, a)ntene/grafe LM.
καὶ γὰρ χώρας καὶ πολιτείας καὶ ἀτελείας καὶ ἄλλας τινὰς τιμὰς τούς τε ἔχοντας ἀφῄρηται, καὶ ἰδιώτας καὶ βασιλέας καὶ πόλεις, καὶ τοῖς μὴ λαβοῦσι δέδωκε, παραποιησάμενος parapoihsa/menos R. Steph., parapoihsame/nous LM. τὰ τοῦ Καίσαρος ὑπομνήματα, καὶ τοὺς μὲν μηδὲν ἐθελήσαντας αὐτῷ προΐεσθαι καὶ τὰ δοθέντα αὐτοῖς ἀφελόμενος, τοῖς δʼ ὠνητιάσασι w)nhtia/sasi Dind., w(=n h)itia/sasi LM. καὶ
ἐκεῖνα καὶ τἆλλα πάντα πωλήσας. καίπερ ὑμεῖς αὐτὰ ταῦτα προορώμενοι ἐψηφίσασθε μηδεμίαν στήλην μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὡς καὶ παρʼ ἐκείνου τῳ tw| Bk., tw=i LM. δεδομένον τι ἔχουσαν, στῆναι. καὶ μέντοι καὶ μετὰ ταῦτα ὡς w(s Bk., ou(/tws LM. πολὺ τοῦτʼ ἐγίγνετο, καὶ ἔλεγεν ἀναγκαῖον εἶναί τινα τῶν ἐν τοῖς γράμμασι τοῖς τοῦ toi=s tou= Leuncl., tw=n tou= LM. Καίσαρος
εὑρεθέντων ἐκλεχθῆναί τε καὶ πραχθῆναι, ὑμεῖς μὲν μετὰ τῶν πρώτων ἀνδρῶν προσετάξατε αὐτῷ ταῦτα διαλέξαι, ἐκεῖνος δὲ οὐδὲν αὐτῶν φροντίσας, πάνθʼ ὅσα ἐβούλετο μόνος καὶ περὶ τοὺς νόμους καὶ περὶ τοὺς φυγάδας καὶ περὶ τὰ ἄλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐξειργάσατο. e)ceirga/sato St., e)cairia/sato LM. οὕτω που πάντα τὰ δοκοῦντα ὑμῖν ποιεῖν βούλεται.
Ἆρʼ οὖν ἐν τούτοις μόνον τοιοῦτος γέγονε, τὰ δʼ ἄλλα ὀρθῶς διῴκηκε; ποῦ; πόθεν; οὐ τὰ χρήματα τὰ κοινὰ τὰ καταλειφθέντα ὑπὸ τοῦ Καίσαρος ἐπιζητῆσαι καὶ ἀποδεῖξαι κελευσθεὶς ἥρπακε, καὶ τὰ μὲν τοῖς δανεισταῖς ἀποδέδωκε τὰ δὲ ἐς τρυφὴν κατανάλωκεν, ὥστε μηκέτʼ αὐτῷ
μηδὲ τούτων τι περιεῖναι; οὐ τὸ ὄνομα τὸ τοῦ δικτάτορος μισησάντων ὑμῶν διὰ τὴν ἐκείνου δυναστείαν καὶ παντελῶς ἐκ τῆς πολιτείας ἐκβαλόντων, τοῦτο μὲν ὥσπερ τι αὐτὸ ἐφʼ ἑαυτοῦ ἀδικῆσαι δυνάμενον οὐκ ἐπιτέθειται, τὰ δὲ ἔργα αὐτοῦ καὶ τὴν πλεονεξίαν ἐν τῷ τῆς
ὑπατείας προσρήματι ἐπιδέδεικται; οὐχ ὑμεῖς μὲν πρύτανιν αὐτὸν τῆς ὁμονοίας ἀπεδείξατε, οὗτος δὲ πόλεμον αὐτὸς ἐφʼ ἑαυτοῦ τηλικοῦτον, οὔτε προσήκοντα οὔτε ἐγνωσμένον, ἀνῄρηται πρὸς Καίσαρα καὶ Δέκιμον, οὓς ὑμεῖς ἐπαινεῖτε;
μυρία δʼ ἂν εἴη λέγειν, εἴ τις ἐπεξιέναι καθʼ ἕκαστον ἐθελήσειεν ὧν ὑμεῖς μὲν ἐπετρέψατε αὐτῷ ὡς ὑπάτῳ διοικῆσαι, ἐκεῖνος δὲ οὐδʼ ὁτιοῦν ἐς δέον ἔπραξε, ἀλλὰ καὶ πάντα τἀναντία καθʼ ὑμῶν τῇ παρʼ ὑμῶν ἐξουσίᾳ δοθείσῃ χρώμενος
πεποίηκεν. ἆρʼ οὖν ἐς ὑμᾶς αὐτοὺς ἀναδέξεσθε a)nade/cesqe R. Steph., a)nade/casqe LM. καὶ ταῦτα τὰ κακῶς ὑπʼ αὐτοῦ πεπραγμένα, καὶ αὐτοὶ πάντων σφῶν αἴτιοι γεγονέναι φήσετε, ὅτι τὴν διοίκησιν αὐτῶν καὶ τὸν ἐξετασμὸν αὐτῷ
προσετάξατε; ἀλλὰ ἄτοπον. οὐδὲ γὰρ ἂν στρατηγὸς ἢ καὶ πρεσβευτής presbeuth/s R. Steph., presbuth/s LM. τις αἱρεθεὶς μηδὲν τῶν δεόντων δράσῃ, τούτου τὴν αἰτίαν ὑμεῖς οἱ πέμψαντες αὐτοὺς ἕξετε. καὶ γὰρ ἂν εἴη δεινὸν εἰ πάντες οἱ προχειριζόμενοί τι πρᾶξαι τὰ μὲν κέρδη καὶ τὰς τιμὰς αὐτοὶ λαμβάνοιεν, τὰ δὲ ἐγκλήματα καὶ τὰς αἰτίας ἐφʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἀναφέροιεν.
οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπετρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς τὰ στρατεύματα τὰ ta\ supplied by Rk. ἐκ τῆς Μακεδονίας
ἐδώκατε.ʼ ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρʼ αὐτοῦ λαβεῖν, ὅτι ταῦθʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, kata/gein M, katagagei=n L. οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν ἐπιχειρεῖν ἐδώκατέ ποτε
αὐτῷ. οὐδὲ γὰρ οὐδʼ ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, h)dunh/qhte Dind., e)dunh/qhte LM. ἐλάβετε, ὥσπερ που καὶ παρʼ αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ νῦν
πεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ ta\ M, to\ L. κοινὰ προσελθὼν πέπραχε.
τὸν γὰρ δὴ ἴδιον αὐτοῦ βίον τάς τε ἰδίας ἀσελγείας καὶ πλεονεξίας ἑκὼν παραλείψω, οὐχ ὅτι οὐχὶ πολλὰ καὶ δεινὰ καὶ ἐν ἐκείνοις εὕροι τις ἂν a)\n supplied by St. αὐτὸν πεποιηκότα, ἀλλʼ ὅτι αἰδοῦμαι νὴ τὸν Ἡρακλέα ἀκριβῶς καθʼ ἕκαστον, ἄλλως τε καὶ kai\ supplied by Pflugk.
πρὸς οὐδὲν ἦττον εἰδότας ὑμᾶς, λέγειν ὅπως μὲν τὴν ὥραν τὴν ἐν παισὶν e)n paisi\n R. Steph., e)n posi\n L, e)mposin M. ὑμῖν διέθετο, ὅπως δὲ τὴν ἀκμὴν τὴν ἐφʼ ἥβης ἀπεκήρυξε, τὰς ἑταιρήσεις αὐτοῦ τὰς λαθραίας, τὰς πορνείας τὰς ἐμφανεῖς, ὅσα ἔπαθεν ἕως e(/ws Bk., w(s LM. ἐνεδέχετο, ὅσα ἔδρασεν ἀφʼ οὗπερ ἠδυνήθη, τοὺς κώμους, τὰς μέθας, τἆλλα
πάντα τὰ τούτοις ἑπόμενα. ἀδύνατον γάρ ἐστιν ἄνθρωπον ἔν τε ἀσελγείᾳ καὶ ἐν ἀναισχυντίᾳ τοσαύτῃ τραφέντα μὴ οὐ πάντα τὸν ἑαυτοῦ βίον μιᾶναι· ὅθενπερ καὶ ἐπὶ τὰ κοινὰ ἀπὸ τῶν ἰδίων καὶ τὴν κιναιδίαν καὶ τὴν πλεονεξίαν προήγαγε.
ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὴν ἐς Αἴγυπτον αὐτοῦ πρὸς Γαβίνιον ἀποδημίαν, τήν τε ἐς Γαλατίαν πρὸς Καίσαρα ἀπόδρασιν, ἵνα μή μέ τις φῇ πάντα ἀκριβολογεῖσθαι, αἰσχυνθεὶς ὑπὲρ ὑμῶν ὅτι τοιοῦτον αὐτὸν ὄντα εἰδότες καὶ δήμαρχον καὶ ἵππαρχον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἀπεδείξατε· ἃ δὲ ἐπʼ αὐτοῖς τούτοις ἐπαρῴνησε e)parw/|nhse St., parwi/nhse LM. καὶ ἐκακούργησε, μόνα νῦν ἐρῶ.