Kitap 45
25.2
ἐδώκατε.ʼ ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρʼ αὐτοῦ λαβεῖν, ὅτι ταῦθʼ ὑμᾶς u(ma=s R. Steph., h(ma=s LM. ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, kata/gein M, katagagei=n L. οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν ἐπιχειρεῖν ἐδώκατέ ποτε
25.3
αὐτῷ. οὐδὲ γὰρ οὐδʼ ἄλλῳ τινί, καίτοι πολλὰ πολλοῖς ψηφισάμενοι, συνεχωρήσατε ὅσα ἐβούλοντο, ἀλλὰ καὶ δίκην ἀεί ποτε παρὰ τῶν τοιούτων, ὅσων γε καὶ ἠδυνήθητε, h)dunh/qhte Dind., e)dunh/qhte LM. ἐλάβετε, ὥσπερ που καὶ παρʼ αὐτοῦ τούτου λήψεσθε, ἄν γε ἐμοὶ νῦν
25.4
πεισθῆτε. καὶ γὰρ οὐδὲ ἐπὶ τούτων μόνων τοιοῦτος γέγονεν ὁποῖον αὐτὸν ἴστε καὶ ἑοράκατε, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς ὅσα πώποτε πρὸς τὰ ta\ M, to\ L. κοινὰ προσελθὼν πέπραχε.
26.1
τὸν γὰρ δὴ ἴδιον αὐτοῦ βίον τάς τε ἰδίας ἀσελγείας καὶ πλεονεξίας ἑκὼν παραλείψω, οὐχ ὅτι οὐχὶ πολλὰ καὶ δεινὰ καὶ ἐν ἐκείνοις εὕροι τις ἂν a)\n supplied by St. αὐτὸν πεποιηκότα, ἀλλʼ ὅτι αἰδοῦμαι νὴ τὸν Ἡρακλέα ἀκριβῶς καθʼ ἕκαστον, ἄλλως τε καὶ kai\ supplied by Pflugk.