Kitap 45
23.3
ἐψηφίσασθε μήτε ἐμελλήσατε. μὴ τοίνυν, ὅτι τινὰ tina\ supplied by Oddey. ἐδώκατε αὐτῷ, διὰ τοῦτο αὐτὸν ἐᾶτε e)a=te R. Steph., a(/te LM. καὶ τὰ μὴ δοθέντα πράττειν· μηδʼ ὅτι τινὰ συνεχωρήσατε, παρὰ τοῦτο οἴεσθε δεῖν καὶ τὰ μὴ συγχωρηθέντα αὐτῷ ποιεῖν ἐξεῖναι. πᾶν γὰρ τοὐναντίον καὶ διʼ αὐτὸ τοῦτο καὶ μισεῖν καὶ τιμωρεῖσθαι αὐτὸν ὀφείλετε, ὅτι καὶ τῇ τιμῇ καὶ τῇ φιλανθρωπίᾳ τῇ παρʼ ὑμῶν οὐκ ἐν τούτοις μόνοις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι καθʼ ὑμῶν ἐτόλμησε
23.4
χρήσασθαι. σκοπεῖτε δέ· ἐψηφίσασθε τήν τε εἰρήνην καὶ τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους, ἐμοὶ e)moi\ Rk., kai\ e)moi\ LM. πεισθέντες. ταύτην οὗτος πρυτανεῦσαι κελευσθεὶς οὕτω διῆχε dih=xe Bk., dih=ge LM. πρόφασιν τὴν τοῦ Καίσαρος ταφὴν ποιησάμενος, ὥστε πᾶσαν μὲν τὴν πόλιν ὀλίγου καταπρησθῆναι, παμπόλλους δὲ
23.5
αὖθις φονευθῆναι. ἐβεβαιώσατε πάντα τὰ δοθέντα τισὶ καὶ νομοθετηθέντα πρὸς τοῦ Καίσαρος, οὐχ ὡς καλῶς πάντʼ ἔχοντα (πολλοῦ γε καὶ δεἶ, ἀλλʼ ὅτι μηδὲν αὐτῶν μετακινηθῆναι συνέφερεν, ὅπως ἀνυπόπτως χωρὶς ὑπούλου τινὸς ἀλλήλοις συνῶμεν. τούτων ἐξεταστὴς οὗτος γενόμενος πολλὰ μὲν τῶν πραχθέντων ὑπʼ αὐτοῦ καταλέλυκε, πολλὰ δὲ ἕτερα ἀντεγγέγραφε· a)ntegge/grafe Pflugk, a)ntene/grafe LM.