Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 45

17.5 ὤφθη. τό τε φῶς τοῦ ἡλίου ἐλαττοῦσθαί τε καὶ σβέννυσθαι, τοτὲ tote\ Xiph., to/te LM. δὲ ἐν τρισὶ κύκλοις φαντάζεσθαι ἐδόκει, καὶ ἕνα γε αὐτῶν στέφανος σταχύων πυρώδης περιέσχεν, perie/sxen Xiph., perie/sxon LM. ὥστʼ εἴπερ w(/st' ei)/per Rk., w(/sper LM. τι ἄλλο, καὶ τοῦτο ἐναργέστατα αὐτοῖς ἐκβῆναι· οἵ τε γὰρ ἄνδρες οἱ τρεῖς ἐδυνάστευον, λέγω δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον, καὶ ἐξ αὐτῶν ὁ Καῖσαρ μετὰ τοῦτο τὴν νίκην ἔλαβεν.
17.6 τότε δʼ οὖν ταῦτά τε ἐγένετο, καὶ λόγια πρὸς κατάλυσιν τῆς δημοκρατίας φέροντα παντοῖα ᾔδετο. κόρακές τε ἐς τὸ Διοσκόρειον *diosko/reion Dind., dioskou/reion LM. ἐσπετόμενοι τὰ τῶν ὑπάτων τοῦ τε Ἀντωνίου καὶ τοῦ Δολοβέλλου ὀνόματα, ἐνταῦθά που ἐν πινακίῳ ἐγγεγραμμένα,
17.7 ἐξεκόλαψαν. καὶ κύνες πολλοὶ νυκτὸς κατά τε τὴν ἄλλην πόλιν καὶ πρὸς τῇ τοῦ ἀρχιερέως τοῦ Λεπίδου οἰκίᾳ μάλιστα συστρεφόμενοι ὠρύοντο. ὅ τε Ἠριδανὸς ἐπὶ πολὺ τῆς πέριξ γῆς πελαγίσας ἐξαίφνης ἀνεχώρησε, καὶ παμπληθεῖς ἐν τῷ ξηρῷ ὄφεις ἐγκατέλιπε. καὶ ἰχθῦς ἐκ τῆς θαλάσσης ἀμύθητοι κατὰ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἐς τὴν ἤπειρον ἐξέπεσον.
17.8 ἐπεγένετο μὲν οὖν καὶ λοιμὸς loimo\s v. Hers., o( loimo\s LM. ἐπʼ αὐτοῖς πάσῃ ὡς εἰπεῖν τῇ Ἰταλίᾳ ἰσχυρός, καὶ διὰ τοῦτο τό τε βουλευτήριον τὸ Ὁστίλιον ἀνοικοδομηθῆναι καὶ τὸ χωρίον ἐν ᾧ ἡ ναυμαχία ἐγεγόνει συγχωσθῆναι ἐψηφίσθη· οὐ μέντοι καὶ ἐνταῦθα στήσεσθαι τὸ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi