Kitap 45
17.2
νουμηνίας ἀρξάμεναι, προετέθησαν· ἔκ τε γὰρ τοῦ πολέμου ἐν χερσὶν ὄντος καὶ ἐκ τεράτων, ἃ πλεῖστα καὶ ἐξαισιώτατα ἐγεγόνει, ταρασσόμενοι οὐδὲ τῆς ἀποφράδος, τὸ μὴ ἐν ἐκείναις βουλεύσασθαί bouleu/sasqai/ Bk., bouleu=sai/ LM. τι τῶν συμφερόντων σφίσιν, ἀπέσχοντο. κεραυνοί τε γὰρ παμπληθεῖς ἔπεσον, καί τινες αὐτῶν καὶ ἐς τὸν νεὼν τὸν τῷ Διὶ τῷ Καπιτωλίῳ
17.3
ἐν τῷ Νικαίῳ ὄντα o)/nta R. Steph., o)/nti LM. κατέσκηψαν· καὶ πνεῦμα μέγα ἐπιγενόμενον τάς τε στήλας τὰς περὶ τὸ Κρόνιον καὶ περὶ τὸν τῆς Πίστεως νεὼν προσπεπηγυίας ἀπέρρηξε καὶ διεσκέδασε, καὶ τὸ ἄγαλμα τὸ τῆς Ἀθηνᾶς τῆς Φυλακίδος, ὃ πρὸ τῆς φυγῆς ὁ Κικέρων ἐς τὸ Καπιτώλιον ἀνετεθείκει, a)neteqei/kei Bk., a)neti/qei LM. κατέβαλε
17.4
καὶ κατέθραυσε. καὶ τοῦτο μὲν καὶ αὐτῷ τῷ Κικέρωνι τὸν ὄλεθρον προεδήλωσε· τοὺς δὲ ἄλλους ἐκεῖνά τε ἐτάραττε καὶ σεισμὸς μέγας γενόμενος, ταῦρός τέ τις τυθείς τε διʼ αὐτὸν au)to\n Rk., au)tw=n LM. ἐν e)n R. Steph., e)s LM. τῷ Ἑστιαίῳ *(estiai/w| R. Steph., e)stidi/wi LM. καὶ ἀναπηδήσας μετὰ τὴν ἱερουργίαν. πρὸς δὲ δὴ τούτοις τοιούτοις οὖσι λαμπὰς ἀπʼ ἀνίσχοντος ἡλίου πρὸς δυσμὰς διέδραμε, καί τις ἀστὴρ καινὸς ἐπὶ πολλὰς ἡμέρας