Kitap 44
7.1
καὶ ἅ γε μάλιστα τὴν διάνοιαν αὐτῶν ἐξέφηνεν, ἅμα τε ταῦτα ἐψηφίζοντο καὶ τάφον αὐτῷ ἐντὸς τοῦ πωμηρίου ποιήσασθαι ἔδοσαν· τά τε δόγματα τὰ περὶ τούτων γιγνόμενα ἐς μὲν στήλας ἀργυρᾶς χρυσοῖς γράμμασιν ἐνέγραψαν, ὑπὸ δὲ δὴ τοὺς πόδας τοῦ Διὸς τοῦ Καπιτωλίου ὑπέθεσαν, δηλοῦντές οἱ καὶ μάλα ἐναργῶς ὅτι ἄνθρωπος εἴη.
7.2
ἤρξαντο μὲν γὰρ τιμᾶν αὐτὸν ὡς καὶ μετριάσοντα· προχωροῦντες δέ, ἐπειδὴ χαίροντα τοῖς ψηφιζομένοις ἑώρων (πλὴν γὰρ ὀλίγων τινῶν πάντα αὐτὰ ἐδέξατὀ, ἀεί a)ei\ R. Steph., a)ll' ei)/ L. τι μεῖζον ἄλλος ἄλλο καθʼ ὑπερβολὴν ἐσέφερον, οἱ μὲν ὑπερκολακεύοντες αὐτὸν οἱ
7.3
δὲ καὶ διασκώπτοντες. ἀμέλει καὶ γυναιξὶν ὅσαις ἂν ἐθελήσῃ e)qelh/sh| Bk., qelh/shi L. συνεῖναί οἱ ἐτόλμησάν τινες ἐπιτρέψαι, ὅτι πολλαῖς καὶ τότε ἔτι, καίπερ πεντηκοντούτης ὤν, ἐχρῆτο. ἕτεροι δέ, καὶ οἵ γε πλείους, ἔς τε τὸ ἐπίφθονον καὶ ἐς τὸ νεμεσητὸν προάγειν αὐτὸν ὅτι τάχιστα βουλόμενοι τοῦτʼ ἐποίουν, ἵνα
7.4
θᾶσσον ἀπόληται. ὅπερ που ἐγένετο, καίτοι τοῦ Καίσαρος καὶ διʼ αὐτὰ ταῦτα θαρσήσαντος ὡς οὐκ ἄν ποτε οὔθʼ ὑπʼ ἐκείνων τοιαῦτά γε ψηφιζομένων οὔθʼ ὑπʼ ἄλλου τινὸς διʼ αὐτοὺς ἐπιβουλευθησομένου, κἀκ τούτου οὐδὲ ou)de\ Bk., de\ L. σωματοφύλαξιν ἔτι χρησαμένου· τῷ γὰρ δὴ λόγῳ τὸ to\ Leuncl., tw=i L. πρός τε τῶν βουλευτῶν καὶ πρὸς τῶν ἱππέων τηρεῖσθαι προσέμενος, prose/menos Bs., proe/menos L. καὶ τὴν ἐκ τοῦ πρὶν φρουρὰν προσκατέλυσεν.