Kitap 44
53.2
ὅμως προσέθετο, δείσας μὴ στασιάσῃ. ὡς μέντοι ὅ τε θόρυβος κατέστη καὶ αὐτὸς ὁ Ἀντώνιος τό τε ἐξετάσαι τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος καὶ τὸ to\ R. Steph., o(/ti LM. πάντα τὰ δόξαντα αὐτῷ ποιῆσαι ἐπετράπη, οὐκέτʼ ἐσωφρόνησεν, ἀλλʼ ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων αὐτοῦ ἐγένετο, πολλὰ μὲν ἀπήλειψε πολλὰ δὲ καὶ kai\ cod. Peir., om. LM. ἀντενέγραψεν, ἄλλα τε
53.3
καὶ νόμους. καὶ προσέτι καὶ χρήματα καὶ ἀρχὰς τὰς μὲν ἀφείλετό τινων τὰς δὲ ἔδωκεν ἄλλοις, ὡς καὶ ἐκ τῶν ἐκείνου δὴ γραμμάτων dh\ gramma/twn Bk., diagramma/twn LM cod. Peir. αὐτὰ ποιῶν. κἀκ τούτου συχνὰ μὲν αὐτόθεν ἥρπασε, συχνὰ δὲ καὶ παρʼ ἰδιωτῶν τῶν τε te M cod. Peir., to/te L. δήμων καὶ τῶν βασιλέων ἠργυρολόγησε, τοῖς μὲν χώραν, τοῖς δὲ ἐλευθερίαν,
53.4
ἄλλοις πολιτείαν, ἄλλοις ἀτέλειαν πωλῶν, καίτοι τῆς βουλῆς τὸ μὲν πρῶτον ψηφισαμένης μηδεμίαν στήλην ὡς καὶ τοῦ Καίσαρος συγγεγραφότος τι ἀνατεθῆναι (ἐς γὰρ στήλας χαλκᾶς πάντα τὰ τοιαῦτα ἐσεγράφετὀ, ἔπειτα δέ, ὡς ἐκεῖνος ἐνέκειτο λέγων πολλὰ καὶ ἀναγκαῖα ὑπʼ αὐτοῦ προβεβουλεῦσθαι, κελευσάσης πάντας τοὺς πρώτους
53.5
κοινῇ αὐτὰ διακρῖναι. ἀλλʼ οὔτε τι τούτων ἐφρόντισε, καὶ τὸ σύμπαν τοῦ μὲν me\n supplied by Bk. Ὀκταουίου ἅτε καὶ μειρακίου καὶ πραγμάτων ἀπείρου, τήν τε κληρονομίαν ὡς καὶ kai\ M, om. L. χαλεπὴν καὶ δυσμεταχείριστον οὖσαν ἀπωθουμένου, κατεφρόνησεν, αὐτὸς δὲ ὡς καὶ κληρονόμος οὐ μόνον τῆς οὐσίας ἀλλὰ καὶ τῆς δυναστείας τῆς τοῦ Καίσαρος ὢν πάντα διεχείριζε· τά τε γὰρ ἄλλα καὶ φυγάδας τινὰς κατήγαγεν.