Kitap 44
46.1
μετὰ ταῦτα τοίνυν ὅπως μὲν τὴν Αἴγυπτον κατεστήσατο, καὶ ὅσα χρήματα ἐκεῖθεν ὑμῖν ἐκόμισε, περιττὸν ἂν εἴη λέγειν· στρατεύσας δὲ ἐπὶ τὸν Φαρνάκην οὐκ ὀλίγα ἤδη τοῦ τε Πόντου καὶ τῆς Ἀρμενίας ἔχοντα, προσηγγέλθη τε ἅμα αὐτῷ προσιὼν καὶ ὤφθη παρὼν καὶ συνέβαλεν
46.2
αὐθημερὸν καὶ ἐνίκησεν. ἀφʼ ὧνπερ οὐχ ἥκιστα διέδειξεν ὅτι οὐδὲν χείρων ἐν τῇ Ἀλεξανδρείᾳ ἐγένετο, οὐδʼ ὑπὸ τρυφῆς ἐν αὐτῇ ἐνεχρόνισε· πῶς γὰρ ἂν ῥᾳδίως ἐκεῖνα ἔπραξε μὴ πολλῇ μὲν παρασκευῇ διανοίας πολλῇ δὲ καὶ ῥώμῃ χρώμενος;
46.3
ὡς δʼ οὖν καὶ ὁ Φαρνάκης ἔφυγε, παρεσκευάζετο μὲν εὐθὺς ἐπὶ τὸν Πάρθον στρατεῦσαι, στασιασάντων δὲ αὖθις ἐνταῦθά τινων ἀνεκομίσθη τε ἄκων, καὶ οὕτως αὖ καὶ ταῦτα διέθετο ὥστε
46.4
μηδʼ ὅτι ἀρχὴν ἐταράχθη πιστευθῆναι. οὔτε γὰρ ἀπέθανεν οὔτε ἔφυγεν, ἀλλʼ οὐδʼ ἠτιμώθη τὸ παράπαν ἐξ ἐκείνων τῶν πραγμάτων οὐδείς, οὐχ ὅτι οὐ δικαιότατα ἂν πολλοὶ ἐκολάσθησαν, ἀλλʼ ὅτι τοὺς μὲν πολεμίους ἀφειδῶς ἀπολλύναι τοὺς δὲ δὴ πολίτας σώζειν, κἂν φαῦλοί τινες ὦσιν,
46.5
ἡγεῖτο δεῖν, καὶ διὰ τοῦτο τῇ μὲν ἀνδρείᾳ τοὺς ἀλλοφύλους κατηγωνίζετο, τῇ δὲ φιλανθρωπίᾳ καὶ τοὺς στασιάζοντας τῶν πολιτῶν, καίτοι καὶ ἀναξίους πολλάκις τούτου γεγονότας ἀφʼ ὧν ἔπραττον, διετήρει. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ Ἀφρικῇ τῇ τε Ἰβηρίᾳ αὖθις ἔπραξε, πάντας ὅσοι μὴ καὶ πρότερόν ποτε ἁλόντες ὑπʼ u(p' R. Steph., e)p' LM cod. Peir. αὐτοῦ