Kitap 44
41.4
παριδὼν γοῦν gou=n Bk., ou)=n LM cod. Peir. τὴν πέμψιν pe/myin R. Steph., me/myin LM cod. Peir. τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δὲ αὐτῇ ἐκείνῃ πρὸς τὴν δόξαν, ὑπάτευσε.
42.1
καὶ ὅσα μὲν παρὰ τὴν ἀρχὴν ἐν τῇ πόλει διῴκησεν, ἦ μυρία ἂν εἴη λέγειν· ἀλλʼ ἐπειδὴ τάχιστα ἔκ τε ἐκείνης ἐξῆλθε καὶ πρὸς τὸν Γαλατικόν πόλεμον ἐστάλη, θεωρήσατε ὅσα αὖ καὶ
42.2
ἡλίκα ἐνταῦθα κατειργάσατο. τοῖς μὲν γὰρ συμμάχοις οὐχ ὅπως βαρὺς ἐγένετο, ἀλλὰ καὶ προσεβοήθησεν, ἐπειδὴ μήτε τι αὐτοὺς ὑπώπτευσε καὶ προσέτι καὶ ἀδικουμένους εἶδε· τοὺς δὲ δὴ πολεμίους, οὐχ ὅτι τοὺς προσοικοῦντας αὐτοῖς ἀλλὰ καὶ τοὺς ἄλλους πάντας τοὺς τὴν Γαλατίαν νέμοντας, κατεστρέψατο, καὶ τοῦτο μὲν χώραν παμπληθῆ τοῦτο δὲ καὶ πόλεις ἀναριθμήτους, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ᾔδειμεν, προσεκτήσατο.
42.3
καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μήτε mh/te St., mhde\ LM cod. Peir. χρήματα αὐτάρκη παρʼ ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δὲ ἀσφαλῶς κατεστήσατο ὥστε w(/ste cod. Peir., kai\ w(/ste LM. καὶ ἐπιβατὴν ἀπʼ αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴν
42.4
Βρεττανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμβρονας *)/ambronas LM, a)/mbrwnas cod. Peir. καὶ τοὺς Κίμβρους ἐφʼ ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδʼ Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λίγρος καὶ Ῥῆνος αὐτὸς καὶ ὠκεανὸς αὐτός.