Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

37.4 τούτων ἡμεῖς ᾠκίσθημενʼ, ἔπειθʼ ὅτι τῶν προπατόρων αὐτοῦ ἐς τὸ θεῖον διʼ ἀρετὴν ἀνήκειν νομισθέντων οὐχ ὅπως ἐπηλήθευσε τὴν φήμην, ἀλλὰ καὶ ἐπηύξησεν, ὥστʼ εἰ καί τις ἠμφεσβήτει h)mfesbh/tei Bs., h)mfisbh/tei LM. πρότερον μήποτʼ ἂν ἐκ τῆς Ἀφροδίτης τὸν Αἰνείαν γενέσθαι, νῦν δὴ πιστευσάτω.
37.5 θεοῖς μὲν γὰρ ἤδη τινὲς οὐκ ἄξιοι παῖδες ἐπεφημίσθησαν· τούτου δὲ οὐδʼ ἂν εἷς ἀπαξιώσειεν θεοὺς τοὺς προγόνους γεγονέναι. ἐβασίλευσε μὲν γὰρ καὶ αὐτὸς ὁ Αἰνείας καὶ τῶν ἐγγόνων αὐτοῦ τινες· τοσούτῳ δὲ οὗτος ἀμείνων ἐκείνων ἐγένετο ὅσῳ οἱ μὲν Λαουινίου *laouini/ou Bk., labini/ou LM. καὶ
37.6 Ἄλβης ἐμονάρχησαν, οὗτος δὲ τῆς Ῥώμης οὐκ ἠθέλησε βασιλεῦσαι, καὶ οἱ μὲν τὴν κρηπῖδα τῆς πόλεως ἡμῶν προκατεβάλοντο, οὗτος δὲ ἐς τοσοῦτον αὐτὴν ἐπῆρεν ὥστε τά τε ἄλλα καὶ ἀποικίας μείζους ὧν ἐκεῖνοι πόλεων ἐβασίλευσαν καταστήσασθαι.
38.1 τὰ μὲν οὖν τοῦ γένους οὕτως αὐτῷ ἔχει· ὅτι δὲ δὴ τήν τε τροφὴν καὶ τὴν παιδείαν ἀκόλουθον τῷ τῆς εὐγενείας ὄγκῳ ἔλαβε, πῶς ἄν τις μᾶλλον κατανοήσειεν ἢ οἷς τὰ ἔργα πίστιν ἀναγκαίαν
38.2 αὐτῷ παρέχεται; ᾧ γὰρ τό τε σῶμα διαρκέστατον καὶ ἡ ψυχὴ πολυαρκεστάτη πρὸς πάνθʼ ὁμοίως καὶ τὰ εἰρηναῖα καὶ τὰ πολέμια διαφανῶς diafanw=s Reim., diafane\s LM. ὑπῆρξε, πῶς οὐκ ἀνάγκη τοῦτον καὶ τεθράφθαι teqra/fqai St., tetra/fqai LM. ἄριστα; καίτοι χαλεπὸν μὲν περικαλλέστατόν τινα ἀνδρῶν ὄντα καρτερικώτατον γενέσθαι,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi