Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

29.3 καὶ αὐτοῖς καὶ τὸ λοιπὸν πλῆθος, κἂν μὴ συμμετάσχῃ τῶν πραγμάτων, ἀλλὰ τότε γε τῷ τε ἐλέῳ τοῦ νενικημένου καὶ τῷ φθόνῳ τοῦ κεκρατηκότος, δεῖσάν τε ἅμα μὴ καὶ τὰ αὐτὰ ἐκείνῳ πάθῃ, καὶ ἐλπίσαν τὰ αὐτὰ τούτῳ δράσειν,
29.4 συναίρεται. καὶ οὕτω καὶ τὰ μέσα τῶν πολιτῶν στασιάζειν προάγεται, καὶ ἄλλοι τε ἐπʼ ἄλλοις τὸ κακόν, προφάσει τιμωρίας τῶν ἀεὶ ἐλαττουμένων, ὥσπερ τι ἔννομον καὶ ἐγκύκλιον πρᾶγμα, ἀνταμυνόμενοι διαδέχονται, καὶ αὐτοὶ μὲν ὡς ἕκαστοι ἀπαλλάσσουσι, τὸ δὲ δὴ κοινὸν ἐξ
30.1 ἅπαντος τρόπου φθείρουσιν. ἢ οὐχ ὁρᾶτε πόσον μὲν χρόνον κατατετρίμμεθα πολεμοῦντες ἀλλήλοις, ὅσα δὲ καὶ οἷα ἐν αὐτῷ πεπόνθαμεν, καὶ ὅ γε ἔτι kai\ o(/ ge e)/ti Bs., kai\ o(/ ge Bk., kai/toi ti/ L. τούτου δεινότερόν ἐστι, καὶ δεδράκαμεν;
30.2 καὶ τίς ἂν ἀριθμῆσαι a)\n a)riqmh=sai Leuncl., a)ntariqmh=sai L. δύναιτο τὸ πλῆθος τῶν χρημάτων ἃ τούς τε συμμάχους περιδύοντες καὶ τοὺς θεοὺς περισυλῶντες, καὶ προσέτι καὶ αὐτοὶ ἐξ ὧν οὐκ εἴχομεν συνεσφέροντες, ἐπʼ ἀλλήλοις
30.3 δεδαπανήμεθα; τίς τὸ πλῆθος τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐχ ὅτι τῶν ἄλλων, ἐπεὶ τοῦτό γʼ ἀνεξεύρετόν ἐστιν, ἀλλὰ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ὧν εἷς ἕκαστος καὶ πᾶσαν τὴν πόλιν ἐν τοῖς ὀθνείοις πολέμοις σῶσαι
30.4 καὶ ζῶν καὶ ἀποθανὼν ἐδύνατο; πόσοι μὲν γὰρ Κούρτιοι, πόσοι δὲ Δέκιοι Φάβιοι Γράκχοι Μάρκελλοι Σκιπίωνες τεθνήκασιν; οὐ μὰ Δίʼ οὐχ ἵνα Σαυνίτας ἢ Λατίνους ἢ Ἴβηρας ἢ Καρχηδονίους ἀμύνωνται, ἀλλʼ ἵνα Lacuna recognized by Reim. καὶ αὐτοὶ προσαπόλωνται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi