Kitap 44
27.2
οὔτε γὰρ τὸ πλεονεκτούμενον ἔν τινι πάντως εὐτυχεῖ, διότι καὶ ἀδικεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοῖ, διότι καὶ προήκει, proh/kei Leuncl., pro/hkes L. ἀλλʼ ἀμφότερα ἀπὸ τῆς ἴσης καὶ τῷ παραλόγῳ τοῦ ἀνθρωπίνου καὶ τῷ ἀσταθμήτῳ τῆς τύχης ὑποκείμενα, καὶ τὴν ῥοπὴν πολλάκις οὐ πρὸς τὸ σφέτερον εὔελπι ἀλλὰ πρὸς τὸ ἐκείνων ἀδόκητον
27.3
λαμβάνει. ὅθεν ἔκ τε τούτων καὶ ἐκ τῆς φιλονεικίας (δεινὸν γάρ ἐστιν ἄνθρωπος ἀδικηθεὶς ἢ νομίσας γε ἀδικεῖσθαι ὑπὲρ δύναμιν θρασύνασθαἰ καὶ πολλοὶ πολλάκις καὶ παρὰ τὴν ἰσχὺν ἐπαίρονται διακινδυνεύειν ὡς καὶ κρατήσοντες ἢ
27.4
οὔτι γε καὶ ἀναιμωτὶ διολούμενοι, καὶ οὕτω ou(/tw Bk., ou(=toi L. τὰ μὲν νικῶντες τὰ δὲ ἡττώμενοι, καὶ τοτὲ μὲν ἀντεπικρατοῦντες ἄλλων τοτὲ δὲ ἀντελαττούμενοι, οἱ μὲν πασσυδὶ συναπόλλυνται, οἱ δὲ τήν τε Καδμείαν λεγομένην νίκην νικῶσιν, καὶ ἐν τῷ χρόνῳ, ὅτʼ οὐδὲν ὄφελός ἐστιν, αἰσθάνονται ὅτι κακῶς ἐβουλεύσαντο.
28.1
καὶ ὅτι ταῦθʼ οὕτως ἔχει, καὶ ὑμεῖς ἔργῳ μεμαθήκατε. σκοπεῖτε δέ· ἴσχυσέ τινα χρόνον ἐν τοῖς στασιωτικοῖς ὁ Μάριος, εἶτʼ ἐκπεσὼν καὶ δύναμιν ἀθροίσας ἴστε οἷα εἰργάσατο. ὁμοίως ὁ Σύλλας, ἵνα μὴ τὸν Κίνναν μηδὲ τὸν Στράβωνα μηδὲ τοὺς ἄλλους τοὺς διὰ μέσου καταλέγω, δυνηθεὶς τὴν πρώτην, εἶτʼ ἐλαττωθείς, ἔπειτα δυναστεύσας οὐδὲν ὅ τι οὐχὶ τῶν δεινοτάτων ἔπραξε. τί γὰρ δεῖ τὸν Μάριον τὸν to\n Xyl., to\ L. δεύτερον ἢ τὸν Κίνναν ἐκεῖνον αὐτὸν ἢ τὸν Κάρβωνα ὀνομάζειν; This sentence savours strongly of an interpolation. Reiske bracketed it.