Kitap 44
26.2
καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν Ἀθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν (λέγω δὲ ὃ πάντες ἴστἐ στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ u(po\ Pflugk, e)k L. τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ u(po\ Pflugk, e)k L. τῶν δυνατωτέρων πολιτῶν
26.3
τυραννηθέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειν
26.4
τινί. τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στασιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν eu)qe/nhsan Dind., eu)qh/nhsan L. καὶ τήν τε πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιήσαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακεδαιμονίους αὐτοὺς καὶ
26.5
τοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ ἠθελήκεσαν h)qelh/kesan St., e)teqelh/kesan L. ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πειραιῶς κατελθόντες τιμωρήσασθαι τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ δʼ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν.
26.6
ὥσπερ γὰρ κρείττους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχʼ ἄν τι καὶ ἠλαττώθησαν αὖθις.
27.1
οὐ γάρ ἐστιν ἐν τοῖς τοιούτοις βέβαιον οὐδέν, οὐδʼ ou)d' Pflugk, ou)/t' L. ἐξ ὧν ἰσχύει τις, πρὸς ἐπικράτησιν, ἀλλὰ πάμπολλοι μὲν θαρσοῦντες ἔπταισαν, πάμπολλοι δὲ ζητοῦντες ἀμύνασθαί τινα προσαπώλοντο.