Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

25.4 τε ἀλλήλους εὐθὺς ἐπαύσαντο, καὶ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τὸ λοιπὸν τοῦ χρόνου διήγαγον οὕτως ὥστε καὶ πολλοὺς καὶ μεγάλους πολέμους κοινῇ κατορθῶσαι· ὁσάκις δὲ δὴ πρὸς φόνους καὶ σφαγὰς ἐχώρησαν, οἱ μὲν δικαιώσει τοῦ ἀμύνεσθαι τοὺς προϋπάρξαντας, οἱ δὲ καὶ φιλονεικίᾳ τοῦ μηδενὸς ἐλασσοῦσθαι δοκεῖν ἀπατηθέντες,
25.5 οὐδὲν πώποτε χρηστὸν ἐγένετο; τί γὰρ δεῖ πρὸς οὐδὲν ἧττον ὑμᾶς εἰδότας τὸν Οὐαλέριον, τὸν Ὁράτιον, τὸν Σατορνῖνον, τὸν Γλαυκίαν, τοὺς Γράκχους λέγοντα le/gonta R. Steph., le/gontas L. διατρίβειν; τοιαῦτʼ οὖν παραδείγματα, καὶ ταῦτα οὐκ ἀλλότρια ἀλλʼ
25.6 οἰκεῖα ἔχοντες, μὴ μελλήσητε τὰ μὲν ζηλῶσαι τὰ δὲ φυλάξασθαι, ἀλλʼ ἅτε ἀπʼ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν τῆς ἐκβάσεως ὧν βουλεύεσθε προειληφότες, μηκέτι τοὺς ἐμοὺς λόγους ὡς καὶ ῥήματα διασκοπεῖτε, ἀλλὰ τὰ ta\ added by Pflugk. τῷ κοινῷ διαφέροντα ὡς καὶ ἐν τῷ ἔργῳ ἤδη ὄντα θεωρεῖτε.
25.7 οὐδὲ γὰρ ἀσαφεῖ τινι ἐνθυμήσει τἀφανὲς τῆς ἐλπίδος ἀναρρίψετε, ἀλλʼ ἐχεγγύῳ πίστει τὸ βέβαιον τοῦ λογισμοῦ προνοήσετε.
26.1 ὑπάρχει μὲν οὖν ὑμῖν u(mi=n R. Steph., h(mi=n L. τοῦθʼ, ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι· καὶ διὰ τοῦτο οὐδὲ ξενικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δʼ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρʼ ἧς οὐδʼ οἱ πατέρες ἡμῶν ἐπάγεσθαί τινας νόμους ἀπηξίωσαν, παρέξομαι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi