Kitap 44
2.2
εὑρεῖν· ἄν τε te Bk., ge L. καὶ τοῦτο χαλεπόν τισιν εἶναι δοκῇ, πᾶσα ἀνάγκη pa=sa a)na/gkh R. Steph., pa/shi a)na/gkhi L. ἐκεῖνό γε ἀδύνατον ὁμολογηθῆναι εἶναι· οὐ γὰρ προσήκει τοῖς πολλοῖς ἀρετὴν κτᾶσθαι. εἰ δʼ οὖν καὶ φαῦλός τις αὐταρχήσειεν, ἀλλὰ τοῦ γε ge H. Steph., te L. πλήθους τῶν ὁμοίων αἱρετώτερός ἐστιν, ὥσπερ που καὶ τὰ ἔργα τά τε τῶν Ἑλλήνων καὶ τὰ τῶν βαρβάρων, τῶν τε Ῥωμαίων αὐτῶν,
2.3
τεκμηριοῖ. τά τε γὰρ ἀμείνω πολὺ μείζω καὶ πλείω καὶ πόλεσι καὶ ἰδιώταις ἐκ βασιλέων ἢ δήμων ἀεί ποτε ἐγένετο, καὶ τὰ δυσχερέστερα ἐν ταῖς μοναρχίαις ἢ ταῖς ὀχλοκρατίαις συμβαίνει. One or more sords sith the meaning "feser" or "more rarely" have evidently been lost from the text. εἰ γάρ που καὶ δημοκρατία τις ἤνθησεν, ἀλλʼ ἔν γε βραχεῖ χρόνῳ ἤκμασεν, μέχρις οὗ μήτε μέγεθος μήτʼ ἰσχὺν ἔσχον ὥστε ἢ ὕβρεις σφίσιν ἐξ εὐπραγίας ἢ φθόνους ἐκ φιλοτιμίας ἐγγενέσθαι.
2.4
πόλιν δὲ de\ Rk., te L. αὐτήν τε τηλικαύτην οὖσαν καὶ τοῦ τε καλλίστου τοῦ τε πλείστου τῆς ἐμφανοῦς οἰκουμένης ἄρχουσαν, καὶ πολλὰ μὲν ἀνθρώπων ἤθη καὶ διάφορα κεκτημένην πολλοὺς δὲ καὶ μεγάλους πλούτους ἔχουσαν, ταῖς τε πράξεσι καὶ ταῖς τύχαις παντοδαπαῖς καὶ ἰδίᾳ καὶ δημοσίᾳ χρωμένην, ἀδύνατον μὲν ἐν δημοκρατίᾳ σωφρονῆσαι, ἀδυνατώτερον δὲ μὴ σωφρονοῦσαν ὁμονοῆσαι.
2.5
ὥστʼ εἴπερ ταῦτα οὕτως ὅ τε Βροῦτος ὁ Μᾶρκος καὶ ὁ Κάσσιος ὁ Γάιος ἐξελογίσαντο, οὐκ ἄν ποτε τόν τε προστάτην καὶ τὸν κηδεμόνα αὐτῆς ἀπέκτειναν, οὐδʼ ἂν μυρίων αἴτιοι κακῶν καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις τοῖς τότε ἀνθρώποις ἐγένοντο.