Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

23.3 ἀεὶ μὲν δὴ διὰ ταῦτα, ὦ πατέρες, πάντα ἁπλῶς καὶ δικαίως ἡγοῦμαι δεῖν ἡμᾶς συμβουλεύειν ὑμῖν, μάλιστα δὲ ἐν τοῖς παροῦσι πράγμασιν, ἐν οἷς ἂν μὲν me\n added by Bk. μηδὲν mhde\n R. Steph., mhde\ e(\n L. πολυπραγμονήσαντες ὁμονοήσωμεν, αὐτοί τε σωθησόμεθα καὶ
23.4 τοὺς ἄλλους ἅπαντας a(/pantas Rk., a)/kontas L. περιποιήσομεν, ἂν δʼ ἀκριβῶς πάντα ἐξετάσαι ἐθελήσωμεν, δέδοικα μὴ κακῶς — δυσχερὲς δʼ οὐδὲν ἀρχόμενος τῶν λόγων
24.1 εἰπεῖν βούλομαι. πρότερον μὲν γάρ, οὐκ ὀλίγος ἐξ οὗ χρόνος, οἱ τὰ ὅπλα ἔχοντες καὶ τῆς πολιτείας ἐγκρατεῖς ὡς τὸ πολὺ ἐγίγνοντο, ὥστʼ αὐτοὺς ὅ τι δεῖ βουλεύειν ὑμῖν ἐπιτάττειν, ἀλλʼ οὐχ ὑμᾶς ὅ τι χρὴ πράττειν ἐκείνους προσκοπεῖν·
24.2 νῦν δʼ ἐς τοῦτο καιροῦ πάνθʼ ὡς εἰπεῖν τὰ πράγματα πάρεστιν ὥστε ἐφʼ ὑμῖν u(mi=n, uma=s, u(mw=n R. Steph., h(mi=n, h(ma=s, h(mw=n L. τε αὐτὰ εἶναι καὶ ἐς ὑμᾶς u(mi=n, uma=s, u(mw=n R. Steph., h(mi=n, h(ma=s, h(mw=n L. ἀνακεῖσθαι, καὶ παρʼ ὑμῶν u(mi=n, uma=s, u(mw=n R. Steph., h(mi=n, h(ma=s, h(mw=n L. ἤτοι τὴν ὁμόνοιαν καὶ μετὰ ταύτης τὴν ἐλευθερίαν, ἢ στάσεις καὶ πολέμους ἐμφυλίους αὖθις καὶ
24.3 ἀπʼ αὐτῶν καὶ δεσπότην λαβεῖν. ὅ τι γὰρ ἂν τήμερον ψηφίσησθε, τούτῳ καὶ οἱ ἄλλοι πάντες ἀκολουθήσουσι. a)kolouqh/sousi R. Steph., a)kolouqh/swsi L. τούτων οὖν οὕτως, ὥς γε ἐμαυτὸν πείθω, ἐχόντων φημὶ δεῖν ἡμᾶς τὰς μὲν πρὸς ἀλλήλους ἔχθρας ἢ φιλονεικίας, ἢ ὅπως ἄν τις αὐτὰς ὀνομάσῃ, καταλύσασθαι. πρὸς δὲ δὴ τὴν παλαιὰν ἐκείνην εἰρήνην καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi