Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 44

12.3 χρῄζομεν.” καὶ τέλος τῇ τε τοῦ παλαιοῦ Βρούτου εἰκόνι ἐπέγραψαν “εἴθε ἔζης,” καὶ τῷ τούτου βήματι (ἐστρατήγει γὰρ καὶ βῆμα καὶ τὸ τοιοῦτο ὀνομάζεται ἐφʼ οὗ τις ἱζόμενος δικάζεἰ ὅτι “καθεύδεις, ὦ Βροῦτε” καὶ “Βροῦτος οὐκ εἶ.”
13.1 ταῦτά τε οὖν αὐτόν, ἄλλως τε καὶ ἀπʼ ἀρχῆς ἀντιπολεμήσαντα τῷ Καίσαρι, ἀνέπεισεν ἐπιθέσθαι οἱ καίπερ εὐεργέτῃ μετὰ τοῦτο γενομένῳ, καὶ ὅτι τοῦ Κάτωνος τοῦ Οὐτικησίου κληθέντος, ὥσπερ εἶπον, καὶ ἀδελφιδοῦς καὶ γαμβρὸς ἦν. καὶ μόνη γε γυναικῶν ἡ γαμετὴ αὐτοῦ ἡ Πορκία
13.2 τὴν ἐπιβουλήν, ὥς φασι, συνέγνω. φροντίζοντι γάρ τι αὐτῷ περὶ αὐτῶν τούτων ἐπιστᾶσα ἀνεπύθετο ὅ τι σύννους εἴη, καὶ ἐπειδὴ μηδὲν ἀπεκρίνατο, ὑπώπτευσέ τε διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἀπιστεῖσθαι, μὴ καὶ ἄκουσά τι ἐκ βασάνων ἐξείπῃ, καὶ πρᾶγμα μέγα ἐτόλμησε.
13.3 τὸν γὰρ μηρὸν τὸν ἑαυτῆς κρύφα κατέτρωσεν, ὅπως πειραθείη εἰ δύναιτο πρὸς αἰκισμοὺς ἀντικαρτερῆσαι· καὶ ἐπειδὴ μὴ περιήλγησε, κατεφρόνησε τοῦ τραύματος καὶ προσελθοῦσα αὐτῷ ἔφη “σὺ μέν, ὦ ἄνερ, καίτοι τῇ ψυχῇ μου πιστεύων ὅτι οὐδὲν ἐκλαλήσει, ὅμως ἠπίστεις τῷ σώματι, καὶ ἔπασχές γέ τι ἀνθρώπινον· ἐγὼ
13.4 δὲ καὶ τοῦτο εὕρηκα σιωπᾶν δυνάμενον.” ταῦτα εἰποῦσα τόν τε μηρὸν ἐπέδειξέν οἱ, καὶ τὴν αἰτίαν τοῦ γεγονότος ἐκφήνασα ἔφη “λέγε τοίνυν θαρσῶν πάνθʼ ὅσα συγκρύπτεις· ἐμὲ γὰρ οὐ πῦρ, οὐ μάστιγες, οὐ κέντρα ἀναγκάσει τι ἐκλαλῆσαι· οὐχ οὕτω γυνὴ γεγένημαι. ὡς, ἄν γε ἀπιστήσῃς μοι ἔτι, καλῶς ἔχει μοι e)/xei moi R. Steph., e)/xoimi L. τεθνάναι μᾶλλον ἢ ζῆν· ἢ μηκέτι με μηδεὶς μήτε Κάτωνος θυγατέρα μήτε σὴν γυναῖκα νομιζέτω.”

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi