Kitap 43
4.6
οὐκέτʼ αὐτῷ ᾔει, τὸν δὲ Ἰόβαν μετεπέμπετο, καὶ αὐτῷ, ἐπειδὴ μὴ ὑπήκουέν οἱ, πάντα τὰ ἐν τῇ Ἀφρικῇ τοῖς Ῥωμαίοις ὄντα χαρίσασθαι ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τῷ μὲν Σιττίῳ ἄλλους ἀντέταξεν, αὐτὸς δὲ ἐπὶ τὸν Καίσαρα αὖθις ὥρμησεν.
5.1
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Καῖσαρ ἐπείρασε μὲν πάντα τρόπον ἐς χεῖρας τὸν Σκιπίωνα ὑπαγαγέσθαι, μὴ δυνηθεὶς δὲ λόγους τε φιλίους ἐς τοὺς στρατιώτας αὐτοῦ καθῆκε καὶ βιβλία
5.2
βραχέα διέρριψεν, ὑπισχνούμενος διʼ αὐτῶν τῷ μὲν ἐπιχωρίῳ τά τε οἰκεῖα ἀκέραια τηρήσειν καὶ αὐτοὺς ἐλευθέρους ἀφήσειν, τῷ δὲ Ῥωμαίῳ τήν τε ἄδειαν καὶ τὰ γέρα ἃ καὶ τοῖς συνοῦσίν οἱ ὤφειλε δώσειν· καὶ συχνούς γε ἐκ τούτου
5.3
προσεποιήσατο. Σκιπίων δὲ ἐπεχείρησε μὲν καὶ αὐτὸς καὶ βιβλία καὶ λόγους ἐς τοὺς ἐναντίους ἐσβαλεῖν ὡς καὶ σφετερισόμενός τινας, οὐ μέντοι καὶ μεταστῆσαι αὐτοὺς ἠδυνήθη, οὐχ ὅτι οὐκ ἂν καὶ τὰ ἐκείνου τινὲς ἀνθείλοντο, a)nqei/lonto Melber, a)nei/lonto L. εἴπερ
5.4
τι τῶν ὁμοίων ἐπηγγέλλετο, ἀλλʼ ὅτι ἆθλον μέν σφισιν οὐδὲν ὑπισχνεῖτο, τὸν δὲ δὴ δῆμον τὸν τῶν Ῥωμαίων τήν τε γερουσίαν ἄλλως ἐλευθερῶσαι αὐτοὺς παρεκάλει. καὶ οὕτως, ἐν ᾧ δὴ τὰ εὐπρεπέστερα τῷ λόγῳ μᾶλλον ἢ τὰ χρησιμώτερα τοῖς παροῦσιν ᾑρεῖτο, οὐδένα αὐτῶν ᾠκειώσατο.
6.1
μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθʼ οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴ