Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

48.1 ἐν δʼ οὖν τῷ ἔτει ἐκείνῳ ἐκεῖνά τε ἐπράχθη, καὶ ἐπὶ τῆς διοικήσεως δύο τῶν πολιανομούντων, ἐπειδὴ ταμίας οὐδεὶς προεκεχειροτόνητο, ἐγένοντο. ὥσπερ γάρ ποτε πρότερον, καὶ τότε ἐν τῇ ἀποδημίᾳ τῇ τοῦ Καίσαρος οἱ πολιανόμοι πάντα τὰ ἐν τῷ ἄστει πράγματα μετὰ τοῦ Λεπίδου
48.2 ἱππαρχοῦντος ἔσχον· καὶ αἰτιαθέντες γε ὅτι καὶ ῥαβδούχοις καὶ τῇ ἐσθῆτι τῷ τε δίφρῳ τοῖς ἀρχικοῖς, ὥσπερ καὶ ὁ ἵππαρχος, ἐκέχρηντο, e)ke/xrhnto R. Steph., e)ke/xrhto L. ἀφείθησαν, νόμον τινὰ προβαλλόμενοι διʼ οὗ πᾶσι τοῖς παρὰ δικτάτορος ἀρχήν τινα λαβοῦσι
48.3 χρῆσθαι αὐτοῖς ἐδίδοτο. τὸ δʼ οὖν κατὰ τὴν διοίκησιν, ἐξ ἐκείνου διʼ ἅπερ εἶπον παρατραπέν, οὐκέτι τοῖς ταμίαις ἀεὶ ἐπετράπη, ἀλλὰ τὸ τελευταῖον τοῖς ἐστρατηγηκόσι προσετάχθη. τούς τε οὖν θησαυροὺς τοὺς δημοσίους δύο τότε τῶν πολιανομούντων διῴκησαν, καὶ τὰ Ἀπολλώνια ὁ ἕτερος αὐτῶν τῇ τοῦ Καίσαρος παρασκευῇ
48.4 ἐπετέλεσε. καὶ οἱ ἀγορανόμοι οἱ ἐκ τοῦ πλήθους τὰ Μεγαλήσια κατὰ δόγμα ἐποίησαν. πολίαρχός τέ τις ἐν ταῖς ἀνοχαῖς καταστὰς ἕτερον αὐτὸς τῆς ὑστεραίας ἀνθείλετο, καὶ ἐκεῖνος ἄλλον· ὃ μήτε πρότερον μήθʼ ὕστερόν ποτε ἐγένετο.
49.1 ταῦτα μὲν τότε ἐπράχθη· τῷ δὲ ἐχομένῳ ἔτει, ἐν ᾧ ὁ Καῖσαρ ἐδικτατόρευσέ τε ἅμα τὸ πέμπτον, ἵππαρχον τὸν Λέπιδον προσλαβών, καὶ ὑπάτευσε τὸ πέμπτον, συνάρχοντα τὸν Ἀντώνιον προσελόμενος, στρατηγοί τε ἑκκαίδεκα ἦρξαν (καὶ τοῦτο καὶ ἐπὶ πολλὰ ἔτη Some sord like e)gi/gneto, e)ge/neto; or sune/bh has fallen out.ʼ,ʼ καὶ τὸ βῆμα ἐν μέσῳ που πρότερον τῆς ἀγορᾶς ὂν ἐς τὸν νῦν τόπον ἀνεχωρίσθη, καὶ αὐτῷ ἡ τοῦ Σύλλου τοῦ τε

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi