Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

42.1 ἀθάνατος ὢν ὑπερεφρόνησε. τά τε γὰρ ἐπινίκια, καίτοι μηδενὸς ἀλλοτρίου κρατήσας ἀλλὰ καὶ τοσοῦτο πλῆθος πολιτῶν ἀπολέσας, οὐ μόνον αὐτὸς ἔπεμψε, πάντα τὸν δῆμον ἐν αὐτοῖς ὡς καὶ ἐπὶ κοινοῖς τισιν ἀγαθοῖς αὖθις ἑστιάσας, ἀλλὰ καὶ τῷ Φαβίῳ τῷ Κυΐντῳ τῷ τε Κυΐντῳ Πεδίῳ, tw=| *fabi/w| tw=| *kui+/ntw| tw=| te *kui+/ntw| *pedi/w| Mommsen, tw=| *fabi/w| tw=| te *kui+/ntw| L. καίτοι ὑποστρατηγήσασιν αὐτῷ καὶ μηδὲν ἰδίᾳ
42.2 κατορθώσασι, διεορτάσαι ἐπέτρεψε. καὶ ἦν μέν που γέλως ἐπὶ τε τούτῳ, καὶ ὅτι καὶ ξυλίναις ἀλλʼ οὐκ ἐλεφαντίναις ἔργων τέ τινων εἰκόσιν ἄλλοις τε τοιούτοις πομπείοις ἐχρήσαντο· οὐ μὴν ἀλλʼ ἐμφανέστατα τριττά τε νικητήρια καὶ τριτταὶ πομπαὶ τῶν Ῥωμαίων ἐπʼ αὐτῶν ἐκείνων ἐποιήθησαν, καὶ προσέτι καὶ ἱερομηνίαι ἐπὶ πεντήκοντα
42.3 ἡμέρας ἤχθησαν. τά τε te Rk., te ga\r L. Παρίλια ἱπποδρομίᾳ ἀθανάτῳ, οὔτι γε καὶ διὰ τὴν πόλιν, ὅτι ἐν αὐτοῖς ἔκτιστο, ἀλλὰ διὰ τὴν τοῦ Καίσαρος νίκην, ὅτι ἡ ἀγγελία αὐτῆς τῇ προτεραίᾳ πρὸς ἑσπέραν ἀφίκετο, ἐτιμήθη.
43.1 τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτο. καὶ πρόφασιν μὲν ἐποιεῖτο τούτου tou/tou Rk., tou=to L. ὅτι ἀναφαλαντίας ἦν, παρεῖχε δὲ καὶ ἀπʼ αὐτοῦ ἐκείνου λόγον τινά, καὶ ὅτι o(/ti supplied by Leuncl. τότε ἔτι, καίπερ παρηβηκώς, ἐς κάλλος ἤσκει·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi